ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 17,
στἰχοι 6-19
6 ἐφανέρωσά σου τò ὄνομα τοι̃ς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ του̃ κόσμου σοὶ ἠ̃σαν κἀμοὶ αὐτοὺς ἔδωκας καὶ τòν λόγον σου τετήρηκαν |
7 νυ̃ν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σου̃ εἰσιν |
8 ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοι̃ς καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθω̃ς ὅτι παρὰ σου̃ ἐξη̃λθον καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας |
9 ἐγὼ περὶ αὐτω̃ν ἐρωτω̃ οὐ περὶ του̃ κόσμου ἐρωτω̃ ἀλλὰ περὶ ὡ̃ν δέδωκάς μοι ὅτι σοί εἰσιν |
10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά καὶ δεδόξασμαι ἐν αὐτοι̃ς |
11 καὶ οὐκέτι εἰμὶ ἐν τω̨̃ κόσμω̨ καὶ αὐτοὶ ἐν τω̨̃ κόσμω̨ εἰσίν κἀγὼ πρòς σὲ ἔρχομαι πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τω̨̃ ὀνόματί σου ὡ̨̃ δέδωκάς μοι ἵνα ὠ̃σιν ἓν καθὼς ἡμει̃ς |
12 ὅτε ἤμην μετ' αὐτω̃ν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τω̨̃ ὀνόματί σου ὡ̨̃ δέδωκάς μοι καὶ ἐφύλαξα καὶ οὐδεὶς ἐξ αὐτω̃ν ἀπώλετο εἰ μὴ ὁ υἱòς τη̃ς ἀπωλείας ἵνα ἡ γραφὴ πληρωθη̨̃ |
13 νυ̃ν δὲ πρòς σὲ ἔρχομαι καὶ ταυ̃τα λαλω̃ ἐν τω̨̃ κόσμω̨ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοι̃ς |
14 ἐγὼ δέδωκα αὐτοι̃ς τòν λόγον σου καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς ὅτι οὐκ εἰσὶν ἐκ του̃ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου |
15 οὐκ ἐρωτω̃ ἵνα ἄρη̨ς αὐτοὺς ἐκ του̃ κόσμου ἀλλ' ἵνα τηρήση̨ς αὐτοὺς ἐκ του̃ πονηρου̃ |
16 ἐκ του̃ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου |
17 ἁγίασον αὐτοὺς ἐν τη̨̃ ἀληθεία̨ ὁ λόγος ὁ σòς ἀλήθειά ἐστιν |
18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τòν κόσμον κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τòν κόσμον |
19 καὶ ὑπὲρ αὐτω̃ν ἐγὼ ἁγιάζω ἐμαυτόν ἵνα ὠ̃σιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθεία̨ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.