1 μετὰ ταυ̃τα ἐφανέρωσεν ἑαυτòν πάλιν ὁ ’Ιησου̃ς τοι̃ς μαθηται̃ς ἐπὶ τη̃ς θαλάσσης τη̃ς Τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως |
2 ἠ̃σαν ὁμου̃ Σίμων Πέτρος καὶ Θωμα̃ς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπò Κανὰ τη̃ς Γαλιλαίας καὶ οἱ του̃ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ δύο |
3 λέγει αὐτοι̃ς Σίμων Πέτρος ὑπάγω ἁλιεύειν λέγουσιν αὐτω̨̃ ἐρχόμεθα καὶ ἡμει̃ς σὺν σοί ἐξη̃λθον καὶ ἐνέβησαν εἰς τò πλοι̃ον καὶ ἐν ἐκείνη̨ τη̨̃ νυκτὶ ἐπίασαν οὐδέν |
4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ’Ιησου̃ς εἰς τòν αἰγιαλόν οὐ μέντοι ἤ̨δεισαν οἱ μαθηταὶ ὅτι ’Ιησου̃ς ἐστιν |
5 λέγει οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς παιδία μή τι προσφάγιον ἔχετε ἀπεκρίθησαν αὐτω̨̃ οὔ |
6 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς βάλετε εἰς τὰ δεξιὰ μέρη του̃ πλοίου τò δίκτυον καὶ εὑρήσετε ἔβαλον οὐ̃ν καὶ οὐκέτι αὐτò ἑλκύσαι ἴσχυον ἀπò του̃ πλήθους τω̃ν ἰχθύων |
7 λέγει οὐ̃ν ὁ μαθητὴς ἐκει̃νος ὃν ἠγάπα ὁ ’Ιησου̃ς τω̨̃ Πέτρω̨ ὁ κύριός ἐστιν Σίμων οὐ̃ν Πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν τòν ἐπενδύτην διεζώσατο ἠ̃ν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτòν εἰς τὴν θάλασσαν |
8 οἱ δὲ ἄλλοι μαθηταὶ τω̨̃ πλοιαρίω̨ ἠ̃λθον οὐ γὰρ ἠ̃σαν μακρὰν ἀπò τη̃ς γη̃ς ἀλλὰ ὡς ἀπò πηχω̃ν διακοσίων σύροντες τò δίκτυον τω̃ν ἰχθύων |
9 ὡς οὐ̃ν ἀπέβησαν εἰς τὴν γη̃ν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον |
10 λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς ἐνέγκατε ἀπò τω̃ν ὀψαρίων ὡ̃ν ἐπιάσατε νυ̃ν |
11 ἀνέβη οὐ̃ν Σίμων Πέτρος καὶ εἵλκυσεν τò δίκτυον εἰς τὴν γη̃ν μεστòν ἰχθύων μεγάλων ἑκατòν πεντήκοντα τριω̃ν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τò δίκτυον |
12 λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς δευ̃τε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τω̃ν μαθητω̃ν ἐξετάσαι αὐτόν σὺ τίς εἰ̃ εἰδότες ὅτι ὁ κύριός ἐστιν |
13 ἔρχεται ’Ιησου̃ς καὶ λαμβάνει τòν ἄρτον καὶ δίδωσιν αὐτοι̃ς καὶ τò ὀψάριον ὁμοίως |
14 του̃το ἤδη τρίτον ἐφανερώθη ’Ιησου̃ς τοι̃ς μαθηται̃ς ἐγερθεὶς ἐκ νεκρω̃ν |
15 ὅτε οὐ̃ν ἠρίστησαν λέγει τω̨̃ Σίμωνι Πέτρω̨ ὁ ’Ιησου̃ς Σίμων ’Ιωάννου ἀγαπα̨̃ς με πλέον τούτων λέγει αὐτω̨̃ ναί κύριε σὺ οἰ̃δας ὅτι φιλω̃ σε λέγει αὐτω̨̃ βόσκε τὰ ἀρνία μου |
16 λέγει αὐτω̨̃ πάλιν δεύτερον Σίμων ’Ιωάννου ἀγαπα̨̃ς με λέγει αὐτω̨̃ ναί κύριε σὺ οἰ̃δας ὅτι φιλω̃ σε λέγει αὐτω̨̃ ποίμαινε τὰ πρόβατά μου |
17 λέγει αὐτω̨̃ τò τρίτον Σίμων ’Ιωάννου φιλει̃ς με ἐλυπήθη ὁ Πέτρος ὅτι εἰ̃πεν αὐτω̨̃ τò τρίτον φιλει̃ς με καὶ λέγει αὐτω̨̃ κύριε πάντα σὺ οἰ̃δας σὺ γινώσκεις ὅτι φιλω̃ σε λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς βόσκε τὰ πρόβατά μου |
18 ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἠ̃ς νεώτερος ἐζώννυες σεαυτòν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράση̨ς ἐκτενει̃ς τὰς χει̃ράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις |
19 του̃το δὲ εἰ̃πεν σημαίνων ποίω̨ θανάτω̨ δοξάσει τòν θεόν καὶ του̃το εἰπὼν λέγει αὐτω̨̃ ἀκολούθει μοι |
20 ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τòν μαθητὴν ὃν ἠγάπα ὁ ’Ιησου̃ς ἀκολουθου̃ντα ὃς καὶ ἀνέπεσεν ἐν τω̨̃ δείπνω̨ ἐπὶ τò στη̃θος αὐτου̃ καὶ εἰ̃πεν κύριε τίς ἐστιν ὁ παραδιδούς σε |
21 του̃τον οὐ̃ν ἰδὼν ὁ Πέτρος λέγει τω̨̃ ’Ιησου̃ κύριε οὑ̃τος δὲ τί |
22 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἐὰν αὐτòν θέλω μένειν ἕως ἔρχομαι τί πρòς σέ σύ μοι ἀκολούθει |
23 ἐξη̃λθεν οὐ̃ν οὑ̃τος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκει̃νος οὐκ ἀποθνή̨σκει οὐκ εἰ̃πεν δὲ αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅτι οὐκ ἀποθνή̨σκει ἀλλ' ἐὰν αὐτòν θέλω μένειν ἕως ἔρχομαι τί πρòς σέ |
24 οὑ̃τός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρω̃ν περὶ τούτων καὶ ὁ γράψας ταυ̃τα καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτου̃ ἡ μαρτυρία ἐστίν |
25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ ’Ιησου̃ς ἅτινα ἐὰν γράφηται καθ' ἕν οὐδ' αὐτòν οἰ̃μαι τòν κόσμον χωρη̃σαι τὰ γραφόμενα βιβλία |