Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 7

καὶ μετὰ ταυ̃τα περιεπάτει ὁ ’Ιησου̃ς ἐν τη̨̃ Γαλιλαία̨ οὐ γὰρ ἤθελεν ἐν τη̨̃ ’Ιουδαία̨ περιπατει̃ν ὅτι ἐζήτουν αὐτòν οἱ ’Ιουδαι̃οι ἀποκτει̃ναι
ἠ̃ν δὲ ἐγγὺς ἡ ἑορτὴ τω̃ν ’Ιουδαίων ἡ σκηνοπηγία
εἰ̃πον οὐ̃ν πρòς αὐτòν οἱ ἀδελφοὶ αὐτου̃ μετάβηθι ἐντευ̃θεν καὶ ὕπαγε εἰς τὴν ’Ιουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σου̃ τὰ ἔργα ἃ ποιει̃ς
οὐδεὶς γάρ τι ἐν κρυπτω̨̃ ποιει̃ καὶ ζητει̃ αὐτòς ἐν παρρησία̨ εἰ̃ναι εἰ ταυ̃τα ποιει̃ς φανέρωσον σεαυτòν τω̨̃ κόσμω̨
οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτου̃ ἐπίστευον εἰς αὐτόν
λέγει οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ὁ καιρòς ὁ ἐμòς οὔπω πάρεστιν ὁ δὲ καιρòς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος
οὐ δύναται ὁ κόσμος μισει̃ν ὑμα̃ς ἐμὲ δὲ μισει̃ ὅτι ἐγὼ μαρτυρω̃ περὶ αὐτου̃ ὅτι τὰ ἔργα αὐτου̃ πονηρά ἐστιν
ὑμει̃ς ἀνάβητε εἰς τὴν ἑορτήν ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ὁ ἐμòς καιρòς οὔπω πεπλήρωται
ταυ̃τα δὲ εἰπὼν αὐτòς ἔμεινεν ἐν τη̨̃ Γαλιλαία̨
10 ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτου̃ εἰς τὴν ἑορτήν τότε καὶ αὐτòς ἀνέβη οὐ φανερω̃ς ἀλλὰ ὡς ἐν κρυπτω̨̃
11 οἱ οὐ̃ν ’Ιουδαι̃οι ἐζήτουν αὐτòν ἐν τη̨̃ ἑορτη̨̃ καὶ ἔλεγον που̃ ἐστιν ἐκει̃νος
12 καὶ γογγυσμòς περὶ αὐτου̃ ἠ̃ν πολὺς ἐν τοι̃ς ὄχλοις οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν ἄλλοι δὲ ἔλεγον οὔ ἀλλὰ πλανα̨̃ τòν ὄχλον
13 οὐδεὶς μέντοι παρρησία̨ ἐλάλει περὶ αὐτου̃ διὰ τòν φόβον τω̃ν ’Ιουδαίων
14 ἤδη δὲ τη̃ς ἑορτη̃ς μεσούσης ἀνέβη ’Ιησου̃ς εἰς τò ἱερòν καὶ ἐδίδασκεν
15 ἐθαύμαζον οὐ̃ν οἱ ’Ιουδαι̃οι λέγοντες πω̃ς οὑ̃τος γράμματα οἰ̃δεν μὴ μεμαθηκώς
16 ἀπεκρίθη οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς καὶ εἰ̃πεν ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ του̃ πέμψαντός με
17 ἐάν τις θέλη̨ τò θέλημα αὐτου̃ ποιει̃ν γνώσεται περὶ τη̃ς διδαχη̃ς πότερον ἐκ του̃ θεου̃ ἐστιν ἢ ἐγὼ ἀπ' ἐμαυτου̃ λαλω̃
18 ὁ ἀφ' ἑαυτου̃ λαλω̃ν τὴν δόξαν τὴν ἰδίαν ζητει̃ ὁ δὲ ζητω̃ν τὴν δόξαν του̃ πέμψαντος αὐτόν οὑ̃τος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτω̨̃ οὐκ ἔστιν
19 οὐ Μωϋση̃ς δέδωκεν ὑμι̃ν τòν νόμον καὶ οὐδεὶς ἐξ ὑμω̃ν ποιει̃ τòν νόμον τί με ζητει̃τε ἀποκτει̃ναι
20 ἀπεκρίθη ὁ ὄχλος δαιμόνιον ἔχεις τίς σε ζητει̃ ἀποκτει̃ναι
21 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε
22 διὰ του̃το Μωϋση̃ς δέδωκεν ὑμι̃ν τὴν περιτομήν οὐχ ὅτι ἐκ του̃ Μωϋσέως ἐστὶν ἀλλ' ἐκ τω̃ν πατέρων καὶ ἐν σαββάτω̨ περιτέμνετε ἄνθρωπον
23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτω̨ ἵνα μὴ λυθη̨̃ ὁ νόμος Μωϋσέως ἐμοὶ χολα̃τε ὅτι ὅλον ἄνθρωπον ὑγιη̃ ἐποίησα ἐν σαββάτω̨
24 μὴ κρίνετε κατ' ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε
25 ἔλεγον οὐ̃ν τινες ἐκ τω̃ν ‘Ιεροσολυμιτω̃ν οὐχ οὑ̃τός ἐστιν ὃν ζητου̃σιν ἀποκτει̃ναι
26 καὶ ἴδε παρρησία̨ λαλει̃ καὶ οὐδὲν αὐτω̨̃ λέγουσιν μήποτε ἀληθω̃ς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὑ̃τός ἐστιν ὁ Χριστός
27 ἀλλὰ του̃τον οἴδαμεν πόθεν ἐστίν ὁ δὲ Χριστòς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν
28 ἔκραξεν οὐ̃ν ἐν τω̨̃ ἱερω̨̃ διδάσκων ὁ ’Ιησου̃ς καὶ λέγων κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί καὶ ἀπ' ἐμαυτου̃ οὐκ ἐλήλυθα ἀλλ' ἔστιν ἀληθινòς ὁ πέμψας με ὃν ὑμει̃ς οὐκ οἴδατε
29 ἐγὼ οἰ̃δα αὐτόν ὅτι παρ' αὐτου̃ εἰμι κἀκει̃νός με ἀπέστειλεν
30 ἐζήτουν οὐ̃ν αὐτòν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτòν τὴν χει̃ρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτου̃
31 ἐκ του̃ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν καὶ ἔλεγον ὁ Χριστòς ὅταν ἔλθη̨ μὴ πλείονα σημει̃α ποιήσει ὡ̃ν οὑ̃τος ἐποίησεν
32 ἤκουσαν οἱ Φαρισαι̃οι του̃ ὄχλου γογγύζοντος περὶ αὐτου̃ ταυ̃τα καὶ ἀπέστειλαν οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν
33 εἰ̃πεν οὐ̃ν ὁ ’Ιησου̃ς ἔτι χρόνον μικρòν μεθ' ὑμω̃ν εἰμι καὶ ὑπάγω πρòς τòν πέμψαντά με
34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν
35 εἰ̃πον οὐ̃ν οἱ ’Ιουδαι̃οι πρòς ἑαυτούς που̃ οὑ̃τος μέλλει πορεύεσθαι ὅτι ἡμει̃ς οὐχ εὑρήσομεν αὐτόν μὴ εἰς τὴν διασπορὰν τω̃ν ‘Ελλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς ‘Έλληνας
36 τίς ἐστιν ὁ λόγος οὑ̃τος ὃν εἰ̃πεν ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν
37 ἐν δὲ τη̨̃ ἐσχάτη̨ ἡμέρα̨ τη̨̃ μεγάλη̨ τη̃ς ἑορτη̃ς εἱστήκει ὁ ’Ιησου̃ς καὶ ἔκραξεν λέγων ἐάν τις διψα̨̃ ἐρχέσθω πρός με καὶ πινέτω
38 ὁ πιστεύων εἰς ἐμέ καθὼς εἰ̃πεν ἡ γραφή ποταμοὶ ἐκ τη̃ς κοιλίας αὐτου̃ ῥεύσουσιν ὕδατος ζω̃ντος
39 του̃το δὲ εἰ̃πεν περὶ του̃ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν οὔπω γὰρ ἠ̃ν πνευ̃μα ὅτι ’Ιησου̃ς οὐδέπω ἐδοξάσθη
40 ἐκ του̃ ὄχλου οὐ̃ν ἀκούσαντες τω̃ν λόγων τούτων ἔλεγον οὑ̃τός ἐστιν ἀληθω̃ς ὁ προφήτης
41 ἄλλοι ἔλεγον οὑ̃τός ἐστιν ὁ Χριστός οἱ δὲ ἔλεγον μὴ γὰρ ἐκ τη̃ς Γαλιλαίας ὁ Χριστòς ἔρχεται
42 οὐχ ἡ γραφὴ εἰ̃πεν ὅτι ἐκ του̃ σπέρματος Δαυίδ καὶ ἀπò Βηθλέεμ τη̃ς κώμης ὅπου ἠ̃ν Δαυίδ ἔρχεται ὁ Χριστòς
43 σχίσμα οὐ̃ν ἐγένετο ἐν τω̨̃ ὄχλω̨ δι' αὐτόν
44 τινὲς δὲ ἤθελον ἐξ αὐτω̃ν πιάσαι αὐτόν ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτòν τὰς χει̃ρας
45 ἠ̃λθον οὐ̃ν οἱ ὑπηρέται πρòς τοὺς ἀρχιερει̃ς καὶ Φαρισαίους καὶ εἰ̃πον αὐτοι̃ς ἐκει̃νοι διὰ τί οὐκ ἠγάγετε αὐτόν
46 ἀπεκρίθησαν οἱ ὑπηρέται οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος
47 ἀπεκρίθησαν οὐ̃ν αὐτοι̃ς οἱ Φαρισαι̃οι μὴ καὶ ὑμει̃ς πεπλάνησθε
48 μή τις ἐκ τω̃ν ἀρχόντων ἐπίστευσεν εἰς αὐτòν ἢ ἐκ τω̃ν Φαρισαίων
49 ἀλλὰ ὁ ὄχλος οὑ̃τος ὁ μὴ γινώσκων τòν νόμον ἐπάρατοί εἰσιν
50 λέγει Νικόδημος πρòς αὐτούς ὁ ἐλθὼν πρòς αὐτòν τò πρότερον εἱ̃ς ὢν ἐξ αὐτω̃ν
51 μὴ ὁ νόμος ἡμω̃ν κρίνει τòν ἄνθρωπον ἐὰν μὴ ἀκούση̨ πρω̃τον παρ' αὐτου̃ καὶ γνω̨̃ τί ποιει̃
52 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ μὴ καὶ σὺ ἐκ τη̃ς Γαλιλαίας εἰ̃ ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τη̃ς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται
53 καὶ ἐπορεύθησαν ἕκαστος εἰς τòν οἰ̃κον αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.