1 ὡς δὲ ἤκουσεν Ιαβιν βασιλεὺς Ασωρ ἀπέστειλεν πρὸς Ιωβαβ βασιλέα Μαρρων καὶ πρὸς βασιλέα Συμοων καὶ πρὸς βασιλέα Αζιφ |
2 καὶ πρὸς τοὺς βασιλει̃ς τοὺς κατὰ Σιδω̃να τὴν μεγάλην εἰς τὴν ὀρεινὴν καὶ εἰς τὴν Ραβα ἀπέναντι Κενερωθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Ναφεδδωρ |
3 καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολω̃ν καὶ εἰς τοὺς παραλίους Αμορραίους καὶ Ευαίους καὶ Ιεβουσαίους καὶ Φερεζαίους τοὺς ἐν τω̨̃ ὄρει καὶ τοὺς Χετταίους τοὺς ὑπὸ τὴν Αερμων εἰς γη̃ν Μασσηφα |
4 καὶ ἐξη̃λθον αὐτοὶ καὶ οἱ βασιλει̃ς αὐτω̃ν μετ' αὐτω̃ν ὥσπερ ἡ ἄμμος τη̃ς θαλάσσης τω̨̃ πλήθει καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα |
5 καὶ συνη̃λθον πάντες οἱ βασιλει̃ς οὑ̃τοι καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ του̃ ὕδατος Μαρρων πολεμη̃σαι τὸν Ισραηλ |
6 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν μὴ φοβηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον του̃ Ισραηλ τοὺς ἵππους αὐτω̃ν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτω̃ν κατακαύσεις ἐν πυρί |
7 καὶ ἠ̃λθεν 'Ιησου̃ς καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ' αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ' αὐτοὺς ἐν τη̨̃ ὀρεινη̨̃ |
8 καὶ παρέδωκεν αὐτοὺς κύριος ὑποχειρίους Ισραηλ καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδω̃νος τη̃ς μεγάλης καὶ ἕως Μασερων καὶ ἕως τω̃ν πεδίων Μασσωχ κατ' ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως του̃ μὴ καταλειφθη̃ναι αὐτω̃ν διασεσω̨σμένον |
9 καὶ ἐποίησεν αὐτοι̃ς 'Ιησου̃ς ὃν τρόπον ἐνετείλατο αὐτω̨̃ κύριος τοὺς ἵππους αὐτω̃ν ἐνευροκόπησεν καὶ τὰ ἅρματα αὐτω̃ν ἐνέπρησεν ἐν πυρί |
10 καὶ ἀπεστράφη 'Ιησου̃ς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ κατελάβετο Ασωρ καὶ τὸν βασιλέα αὐτη̃ς ἠ̃ν δὲ Ασωρ τὸ πρότερον ἄρχουσα πασω̃ν τω̃ν βασιλειω̃ν τούτων |
11 καὶ ἀπέκτειναν πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ ἐν ξίφει καὶ ἐξωλέθρευσαν πάντας καὶ οὐ κατελείφθη ἐν αὐτη̨̃ ἐμπνέον καὶ τὴν Ασωρ ἐνέπρησαν ἐν πυρί |
12 καὶ πάσας τὰς πόλεις τω̃ν βασιλέων καὶ τοὺς βασιλει̃ς αὐτω̃ν ἔλαβεν 'Ιησου̃ς καὶ ἀνει̃λεν αὐτοὺς ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτούς ὃν τρόπον συνέταξεν Μωυση̃ς ὁ παι̃ς κυρίου |
13 ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ισραηλ πλὴν Ασωρ μόνην ἐνέπρησεν 'Ιησου̃ς |
14 καὶ πάντα τὰ σκυ̃λα αὐτη̃ς ἐπρονόμευσαν ἑαυτοι̃ς οἱ υἱοὶ Ισραηλ αὐτοὺς δὲ πάντας ἐξωλέθρευσαν ἐν στόματι ξίφους ἕως ἀπώλεσεν αὐτούς οὐ κατέλιπον ἐξ αὐτω̃ν οὐδὲ ἓν ἐμπνέον |
15 ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ τω̨̃ παιδὶ αὐτου̃ καὶ Μωυση̃ς ὡσαύτως ἐνετείλατο τω̨̃ 'Ιησοι̃ καὶ οὕτως ἐποίησεν 'Ιησου̃ς οὐ παρέβη οὐδὲν ἀπὸ πάντων ὡ̃ν συνέταξεν αὐτω̨̃ Μωυση̃ς |
16 καὶ ἔλαβεν 'Ιησου̃ς πα̃σαν τὴν γη̃ν τὴν ὀρεινὴν καὶ πα̃σαν τὴν Ναγεβ καὶ πα̃σαν τὴν γη̃ν Γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαι̃ς καὶ τὸ ὄρος Ισραηλ καὶ τὰ ταπεινά |
17 τὰ πρὸς τω̨̃ ὄρει ἀπὸ ὄρους Αχελ καὶ ὃ προσαναβαίνει εἰς Σηιρ καὶ ἕως Βααλγαδ καὶ τὰ πεδία του̃ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Αερμων καὶ πάντας τοὺς βασιλει̃ς αὐτω̃ν ἔλαβεν καὶ ἀνει̃λεν αὐτοὺς καὶ ἀπέκτεινεν |
18 καὶ πλείους ἡμέρας ἐποίησεν 'Ιησου̃ς πρὸς τοὺς βασιλει̃ς τούτους τὸν πόλεμον |
19 καὶ οὐκ ἠ̃ν πόλις ἣν οὐκ ἔλαβεν Ισραηλ πάντα ἐλάβοσαν ἐν πολέμω̨ |
20 ὅτι διὰ κυρίου ἐγένετο κατισχυ̃σαι αὐτω̃ν τὴν καρδίαν συναντα̃ν εἰς πόλεμον πρὸς Ισραηλ ἵνα ἐξολεθρευθω̃σιν ὅπως μὴ δοθη̨̃ αὐτοι̃ς ἔλεος ἀλλ' ἵνα ἐξολεθρευθω̃σιν ὃν τρόπον εἰ̃πεν κύριος πρὸς Μωυση̃ν |
21 καὶ ἠ̃λθεν 'Ιησου̃ς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἐξωλέθρευσεν τοὺς Ενακιμ ἐκ τη̃ς ὀρεινη̃ς ἐκ Χεβρων καὶ ἐκ Δαβιρ καὶ ἐξ Αναβωθ καὶ ἐκ παντὸς γένους Ισραηλ καὶ ἐκ παντὸς ὄρους Ιουδα σὺν ται̃ς πόλεσιν αὐτω̃ν καὶ ἐξωλέθρευσεν αὐτοὺς 'Ιησου̃ς |
22 οὐ κατελείφθη τω̃ν Ενακιμ ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἀλλὰ πλὴν ἐν Γάζη̨ καὶ ἐν Γεθ καὶ ἐν Ασεδωθ κατελείφθη |
23 καὶ ἔλαβεν 'Ιησου̃ς πα̃σαν τὴν γη̃ν καθότι ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ ἔδωκεν αὐτοὺς 'Ιησου̃ς ἐν κληρονομία̨ Ισραηλ ἐν μερισμω̨̃ κατὰ φυλὰς αὐτω̃ν καὶ ἡ γη̃ κατέπαυσεν πολεμουμένη |