IHSOUS NAUH,
κεφαλίς 14
1 καὶ οὑ̃τοι οἱ κατακληρονομήσαντες υἱω̃ν Ισραηλ ἐν τη̨̃ γη̨̃ Χανααν οἱ̃ς κατεκληρονόμησεν αὐτοι̃ς Ελεαζαρ ὁ ἱερεὺς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη καὶ οἱ ἄρχοντες πατριω̃ν φυλω̃ν τω̃ν υἱω̃ν Ισραηλ |
2 κατὰ κλήρους ἐκληρονόμησαν ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ 'Ιησου̃ ται̃ς ἐννέα φυλαι̃ς καὶ τω̨̃ ἡμίσει φυλη̃ς |
3 ἀπὸ του̃ πέραν του̃ Ιορδάνου καὶ τοι̃ς Λευίταις οὐκ ἔδωκεν κλη̃ρον ἐν αὐτοι̃ς |
4 ὅτι ἠ̃σαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί Μανασση καὶ Εφραιμ καὶ οὐκ ἐδόθη μερὶς ἐν τη̨̃ γη̨̃ τοι̃ς Λευίταις ἀλλ' ἢ πόλεις κατοικει̃ν καὶ τὰ ἀφωρισμένα αὐτω̃ν τοι̃ς κτήνεσιν καὶ τὰ κτήνη αὐτω̃ν |
5 ὃν τρόπον ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γη̃ν |
6 καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς 'Ιησου̃ν ἐν Γαλγαλ καὶ εἰ̃πεν πρὸς αὐτὸν Χαλεβ ὁ του̃ Ιεφοννη ὁ Κενεζαι̃ος σὺ ἐπίστη̨ τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἄνθρωπον του̃ θεου̃ περὶ ἐμου̃ καὶ σου̃ ἐν Καδης Βαρνη |
7 τεσσαράκοντα γὰρ ἐτω̃ν ἤμην ὅτε ἀπέστειλέν με Μωυση̃ς ὁ παι̃ς του̃ θεου̃ ἐκ Καδης Βαρνη κατασκοπευ̃σαι τὴν γη̃ν καὶ ἀπεκρίθην αὐτω̨̃ λόγον κατὰ τὸν νου̃ν αὐτου̃ |
8 οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ' ἐμου̃ μετέστησαν τὴν καρδίαν του̃ λαου̃ ἐγὼ δὲ προσετέθην ἐπακολουθη̃σαι κυρίω̨ τω̨̃ θεω̨̃ μου |
9 καὶ ὤμοσεν Μωυση̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγων ἡ γη̃ ἐφ' ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρω̨ καὶ τοι̃ς τέκνοις σου εἰς τὸν αἰω̃να ὅτι προσετέθης ἐπακολουθη̃σαι ὀπίσω κυρίου του̃ θεου̃ ἡμω̃ν |
10 καὶ νυ̃ν διέθρεψέν με κύριος ὃν τρόπον εἰ̃πεν του̃το τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ' οὑ̃ ἐλάλησεν κύριος τὸ ῥη̃μα του̃το πρὸς Μωυση̃ν καὶ ἐπορεύθη Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ καὶ νυ̃ν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτω̃ν |
11 ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυση̃ς ὡσαύτως ἰσχύω νυ̃ν ἐξελθει̃ν καὶ εἰσελθει̃ν εἰς τὸν πόλεμον |
12 καὶ νυ̃ν αἰτου̃μαί σε τὸ ὄρος του̃το καθὰ εἰ̃πεν κύριος τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι σὺ ἀκήκοας τὸ ῥη̃μα του̃το τη̨̃ ἡμέρα̨ ἐκείνη̨ νυνὶ δὲ οἱ Ενακιμ ἐκει̃ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὐ̃ν κύριος μετ' ἐμου̃ ἠ̨̃ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἰ̃πέν μοι κύριος |
13 καὶ εὐλόγησεν αὐτὸν 'Ιησου̃ς καὶ ἔδωκεν τὴν Χεβρων τω̨̃ Χαλεβ υἱω̨̃ Ιεφοννη υἱου̃ Κενεζ ἐν κλήρω̨ |
14 διὰ του̃το ἐγενήθη ἡ Χεβρων τω̨̃ Χαλεβ τω̨̃ του̃ Ιεφοννη του̃ Κενεζαίου ἐν κλήρω̨ ἕως τη̃ς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθη̃σαι τω̨̃ προστάγματι κυρίου θεου̃ Ισραηλ |
15 τὸ δὲ ὄνομα τη̃ς Χεβρων ἠ̃ν τὸ πρότερον πόλις Αρβοκ μητρόπολις τω̃ν Ενακιμ αὕτη καὶ ἡ γη̃ ἐκόπασεν του̃ πολέμου |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.