Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

IHSOUS NAUH, κεφαλίς 19

καὶ ἐξη̃λθεν ὁ δεύτερος κλη̃ρος τω̃ν υἱω̃ν Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτω̃ν ἀνὰ μέσον κλήρων υἱω̃ν Ιουδα
καὶ ἐγενήθη ὁ κλη̃ρος αὐτω̃ν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ
καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ
καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα
καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν
καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτω̃ν πόλεις δέκα τρει̃ς καὶ αἱ κω̃μαι αὐτω̃ν
Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κω̃μαι αὐτω̃ν
κύκλω̨ τω̃ν πόλεων αὐτω̃ν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Συμεων κατὰ δήμους αὐτω̃ν
ἀπὸ του̃ κλήρου Ιουδα ἡ κληρονομία φυλη̃ς υἱω̃ν Συμεων ὅτι ἐγενήθη ἡ μερὶς υἱω̃ν Ιουδα μείζων τη̃ς αὐτω̃ν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσω̨ του̃ κλήρου αὐτω̃ν
10 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ τρίτος τω̨̃ Ζαβουλων κατὰ δήμους αὐτω̃ν ἔσται τὰ ὅρια τη̃ς κληρονομίας αὐτω̃ν Εσεδεκ
11 Γωλα ὅρια αὐτω̃ν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν
12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ' ἀνατολω̃ν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι
13 καὶ ἐκει̃θεν περιελεύσεται ἐξ ἐναντίας ἐπ' ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα
14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρα̃ν ἐπὶ Αμωθ καὶ ἔσται ἡ διέξοδος αὐτω̃ν ἐπὶ Γαιφαηλ
15 καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν
16 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ζαβουλων κατὰ δήμους αὐτω̃ν πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν
17 καὶ τω̨̃ Ισσαχαρ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ τέταρτος
18 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν
19 καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ
20 καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες
21 καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης
22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς καὶ ἔσται αὐτου̃ ἡ διέξοδος τω̃ν ὁρίων ὁ Ιορδάνης
23 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ισσαχαρ κατὰ δήμους αὐτω̃ν αἱ πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν
24 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ πέμπτος Ασηρ
25 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ
26 καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τω̨̃ Καρμήλω̨ κατὰ θάλασσαν καὶ τω̨̃ Σιων καὶ Λαβαναθ
27 καὶ ἐπιστρέψει ἀπ' ἀνατολω̃ν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τω̨̃ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρα̃ν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ
28 καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδω̃νος τη̃ς μεγάλης
29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγη̃ς Μασφασσατ καὶ τω̃ν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ καὶ ἔσται ἡ διέξοδος αὐτου̃ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ
30 καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ
31 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ασηρ κατὰ δήμους αὐτω̃ν πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν
32 καὶ τω̨̃ Νεφθαλι ἐξη̃λθεν ὁ κλη̃ρος ὁ ἕκτος
33 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτου̃ ὁ Ιορδάνης
34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκει̃θεν ιακανα καὶ συνάψει τω̨̃ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ' ἀνατολω̃ν ἡλίου
35 καὶ αἱ πόλεις τειχήρεις τω̃ν Τυρίων Τύρος καὶ Ωμαθα Δακεθ καὶ Κενερεθ
36 καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ
37 καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ
38 καὶ Κερωε καὶ Μεγαλα Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς
39 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Νεφθαλι
40 καὶ τω̨̃ Δαν ἐξη̃λθεν ὁ κλη̃ρος ὁ ἕβδομος
41 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Σαραθ καὶ Ασα πόλεις Σαμμαυς
42 καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα
43 καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων
44 καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν
45 καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων
46 καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης
47 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Δαν κατὰ δήμους αὐτω̃ν αἱ πόλεις αὐτω̃ν καὶ αἱ κω̃μαι αὐτω̃ν
48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατώ̨κησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτη̃ς Λασενδακ
49 καὶ ἐπορεύθησαν ἐμβατευ̃σαι τὴν γη̃ν κατὰ τὸ ὅριον αὐτω̃ν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλη̃ρον 'Ιησοι̃ τω̨̃ υἱω̨̃ Ναυη ἐν αὐτοι̃ς
50 διὰ προστάγματος του̃ θεου̃ καὶ ἔδωκαν αὐτω̨̃ τὴν πόλιν ἣν ἠ̨τήσατο Θαμνασαραχ ἥ ἐστιν ἐν τω̨̃ ὄρει Εφραιμ καὶ ὠ̨κοδόμησεν τὴν πόλιν καὶ κατώ̨κει ἐν αὐτη̨̃
51 αὑ̃ται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη καὶ οἱ ἄρχοντες τω̃ν πατριω̃ν ἐν ται̃ς φυλαι̃ς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατευ̃σαι τὴν γη̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.