Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 19

καὶ ἐγένετο ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ οὐκ ἠ̃ν βασιλεὺς ἐν Ισραηλ καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικω̃ν ἐν μηροι̃ς ὄρους Εφραιμ καὶ ἔλαβεν αὐτω̨̃ γυναι̃κα παλλακὴν ἀπὸ Βηθλεεμ Ιουδα
καὶ ἐπορεύθη ἀπ' αὐτου̃ ἡ παλλακὴ αὐτου̃ καὶ ἀπη̃λθεν παρ' αὐτου̃ εἰς οἰ̃κον πατρὸς αὐτη̃ς εἰς Βηθλεεμ Ιουδα καὶ ἠ̃ν ἐκει̃ ἡμέρας τεσσάρων μηνω̃ν
καὶ ἀνέστη ὁ ἀνὴρ αὐτη̃ς καὶ ἐπορεύθη ὀπίσω αὐτη̃ς του̃ λαλη̃σαι ἐπὶ καρδίαν αὐτη̃ς του̃ ἐπιστρέψαι αὐτὴν αὐτω̨̃ καὶ νεανίας αὐτου̃ μετ' αὐτου̃ καὶ ζευ̃γος ὄνων καὶ ἥδε εἰσήνεγκεν αὐτὸν εἰς οἰ̃κον πατρὸς αὐτη̃ς καὶ εἰ̃δεν αὐτὸν ὁ πατὴρ τη̃ς νεάνιδος καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτου̃
καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτου̃ ὁ πατὴρ τη̃ς νεάνιδος καὶ ἐκάθισεν μετ' αὐτου̃ ἐπὶ τρει̃ς ἡμέρας καὶ ἔφαγον καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκει̃
καὶ ἐγένετο τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ καὶ ὤρθρισαν τὸ πρωί καὶ ἀνέστη του̃ πορευθη̃ναι καὶ εἰ̃πεν ὁ πατὴρ τη̃ς νεάνιδος πρὸς τὸν νυμφίον αὐτου̃ στήρισόν σου τὴν καρδίαν ψωμω̨̃ ἄρτου καὶ μετὰ του̃το πορεύσεσθε
καὶ ἐκάθισεν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον καὶ εἰ̃πεν ὁ πατὴρ τη̃ς νεάνιδος πρὸς τὸν ἄνδρα ἄγε δὴ αὐλίσθητι καὶ ἀγαθυνθήσεται ἡ καρδία σου
καὶ ἀνέστη ὁ ἀνὴρ του̃ πορεύεσθαι καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτου̃ καὶ ἐκάθισεν καὶ ηὐλίσθη ἐκει̃
καὶ ὤρθρισεν τὸ πρωὶ τη̨̃ ἡμέρα̨ τη̨̃ πέμπτη̨ του̃ πορευθη̃ναι καὶ εἰ̃πεν ὁ πατὴρ τη̃ς νεάνιδος στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλι̃ναι τὴν ἡμέραν καὶ ἔφαγον οἱ δύο
καὶ ἀνέστη ὁ ἀνὴρ του̃ πορευθη̃ναι αὐτὸς καὶ ἡ παλλακὴ αὐτου̃ καὶ ὁ νεανίας αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ὁ γαμβρὸς αὐτου̃ ὁ πατὴρ τη̃ς νεάνιδος ἰδοὺ δὴ ἠσθένησεν ἡ ἡμέρα εἰς τὴν ἑσπέραν αὐλίσθητι ὡ̃δε καὶ ἀγαθυνθήσεται ἡ καρδία σου καὶ ὀρθριει̃τε αὔριον εἰς ὁδὸν ὑμω̃ν καὶ πορεύση̨ εἰς τὸ σκήνωμά σου
10 καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθη̃ναι καὶ ἀνέστη καὶ ἀπη̃λθεν καὶ ἠ̃λθεν ἕως ἀπέναντι Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ μετ' αὐτου̃ ζευ̃γος ὄνων ἐπισεσαγμένων καὶ ἡ παλλακὴ αὐτου̃ μετ' αὐτου̃
11 καὶ ἤλθοσαν ἕως Ιεβους καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα καὶ εἰ̃πεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτου̃ δευ̃ρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν του̃ Ιεβουσι ταύτην καὶ αὐλισθω̃μεν ἐν αὐτη̨̃
12 καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ κύριος αὐτου̃ οὐκ ἐκκλινου̃μεν εἰς πόλιν ἀλλοτρίαν ἐν ἡ̨̃ οὐκ ἔστιν ἀπὸ υἱω̃ν Ισραηλ ὡ̃δε καὶ παρελευσόμεθα ἕως Γαβαα
13 καὶ εἰ̃πεν τω̨̃ νεανία̨ αὐτου̃ δευ̃ρο καὶ ἐγγίσωμεν ἑνὶ τω̃ν τόπων καὶ αὐλισθησόμεθα ἐν Γαβαα ἢ ἐν Ραμα
14 καὶ παρη̃λθον καὶ ἐπορεύθησαν καὶ ἔδυ ὁ ἥλιος αὐτοι̃ς ἐχόμενα τη̃ς Γαβαα ἥ ἐστιν τω̨̃ Βενιαμιν
15 καὶ ἐξέκλιναν ἐκει̃ του̃ εἰσελθει̃ν αὐλισθη̃ναι ἐν Γαβαα καὶ εἰση̃λθον καὶ ἐκάθισαν ἐν τη̨̃ πλατεία̨ τη̃ς πόλεως καὶ οὐκ ἠ̃ν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθη̃ναι
16 καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτου̃ ἐξ ἀγρου̃ ἐν ἑσπέρα̨ καὶ ὁ ἀνὴρ ἠ̃ν ἐξ ὄρους Εφραιμ καὶ αὐτὸς παρώ̨κει ἐν Γαβαα καὶ οἱ ἄνδρες του̃ τόπου υἱοὶ Βενιαμιν
17 καὶ ἠ̃ρεν τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ εἰ̃δεν τὸν ὁδοιπόρον ἄνδρα ἐν τη̨̃ πλατεία̨ τη̃ς πόλεως καὶ εἰ̃πεν ὁ ἀνὴρ ὁ πρεσβύτης που̃ πορεύη̨ καὶ πόθεν ἔρχη̨
18 καὶ εἰ̃πεν πρὸς αὐτόν παραπορευόμεθα ἡμει̃ς ἀπὸ Βηθλεεμ Ιουδα ἕως μηρω̃ν ὄρους Εφραιμ ἐκει̃θεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα καὶ εἰς τὸν οἰ̃κόν μου ἐγὼ πορεύομαι καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν
19 καί γε ἄχυρα καὶ χορτάσματά ἐστιν τοι̃ς ὄνοις ἡμω̃ν καὶ ἄρτοι καὶ οἰ̃νός ἐστιν ἐμοὶ καὶ τη̨̃ παιδίσκη̨ καὶ τω̨̃ νεανίσκω̨ μετὰ τω̃ν παιδίων σου οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος
20 καὶ εἰ̃πεν ὁ ἀνὴρ ὁ πρεσβύτης εἰρήνη σοι πλὴν πα̃ν ὑστέρημά σου ἐπ' ἐμέ πλὴν ἐν τη̨̃ πλατεία̨ οὐ μὴ αὐλισθήση̨
21 καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ τόπον ἐποίησεν τοι̃ς ὄνοις καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτω̃ν καὶ ἔφαγον καὶ ἔπιον
22 αὐτοὶ δ' ἀγαθύνοντες καρδίαν αὐτω̃ν καὶ ἰδοὺ ἄνδρες τη̃ς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν καὶ εἰ̃πον πρὸς τὸν ἄνδρα τὸν κύριον του̃ οἴκου τὸν πρεσβύτην λέγοντες ἐξένεγκε τὸν ἄνδρα ὃς εἰση̃λθεν εἰς τὴν οἰκίαν σου ἵνα γνω̃μεν αὐτόν
23 καὶ ἐξη̃λθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος του̃ οἴκου καὶ εἰ̃πεν μή ἀδελφοί μὴ κακοποιήσητε δή μετὰ τὸ εἰσελθει̃ν τὸν ἄνδρα του̃τον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην
24 ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτου̃ ἐξάξω αὐτάς καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐται̃ς τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς ὑμω̃ν καὶ τω̨̃ ἀνδρὶ τούτω̨ οὐ ποιήσετε τὸ ῥη̃μα τη̃ς ἀφροσύνης ταύτης
25 καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες του̃ εἰσακου̃σαι αὐτου̃ καὶ ἐπελάβετο ὁ ἀνὴρ τη̃ς παλλακη̃ς αὐτου̃ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτη̨̃ ὅλην τὴν νύκτα ἕως πρωί καὶ ἐξαπέστειλαν αὐτήν ὡς ἀνέβη τὸ πρωί
26 καὶ ἠ̃λθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσεν παρὰ τὴν θύραν του̃ οἴκου οὑ̃ ἠ̃ν αὐτη̃ς ἐκει̃ ὁ ἀνήρ ἕως του̃ διαφω̃σαι
27 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτη̃ς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας του̃ οἴκου καὶ ἐξη̃λθεν του̃ πορευθη̃ναι τὴν ὁδὸν αὐτου̃ καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτου̃ πεπτωκυι̃α παρὰ τὰς θύρας του̃ οἴκου καὶ αἱ χει̃ρες αὐτη̃ς ἐπὶ τὸ πρόθυρον
28 καὶ εἰ̃πεν πρὸς αὐτήν ἀνάστα καὶ ἀπέλθωμεν καὶ οὐκ ἀπεκρίθη ὅτι ἠ̃ν νεκρά καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτου̃
29 καὶ ἔλαβεν τὴν ῥομφαίαν καὶ ἐκράτησεν τὴν παλλακὴν αὐτου̃ καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίω̨ Ισραηλ
30 καὶ ἐγένετο πα̃ς ὁ βλέπων ἔλεγεν οὐκ ἐγένετο καὶ οὐχ ἑόραται ὡς αὕτη ἀπὸ ἡμέρας ἀναβάσεως υἱω̃ν Ισραηλ ἐκ γη̃ς Αἰγύπτου καὶ ἕως τη̃ς ἡμέρας ταύτης θέσθε ὑμι̃ν αὐτοὶ ἐπ' αὐτὴν βουλὴν καὶ λαλήσατε
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.