Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 2

καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμω̃να καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἰ̃κον Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς τάδε λέγει κύριος ἀνεβίβασα ὑμα̃ς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμα̃ς εἰς τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν καὶ εἰ̃πα οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ' ὑμω̃ν εἰς τὸν αἰω̃να
καὶ ὑμει̃ς οὐ διαθήσεσθε διαθήκην τοι̃ς ἐγκαθημένοις εἰς τὴν γη̃ν ταύτην οὐδὲ τοι̃ς θεοι̃ς αὐτω̃ν προσκυνήσετε ἀλλὰ τὰ γλυπτὰ αὐτω̃ν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτω̃ν καθελει̃τε καὶ οὐκ εἰσηκούσατε τη̃ς φωνη̃ς μου ὅτι ταυ̃τα ἐποιήσατε
κἀγὼ εἰ̃πον οὐ μὴ ἐξαρω̃ αὐτοὺς ἐκ προσώπου ὑμω̃ν καὶ ἔσονται ὑμι̃ν εἰς συνοχάς καὶ οἱ θεοὶ αὐτω̃ν ἔσονται ὑμι̃ν εἰς σκάνδαλον
καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐπη̃ραν ὁ λαὸς τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν
καὶ ἐπωνόμασαν τὸ ὄνομα του̃ τόπου ἐκείνου Κλαυθμω̃νες καὶ ἐθυσίασαν ἐκει̃ τω̨̃ κυρίω̨
καὶ ἐξαπέστειλεν 'Ιησου̃ς τὸν λαόν καὶ ἠ̃λθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτου̃ κατακληρονομη̃σαι τὴν γη̃ν
καὶ ἐδούλευσεν ὁ λαὸς τω̨̃ κυρίω̨ πάσας τὰς ἡμέρας 'Ιησου̃ καὶ πάσας τὰς ἡμέρας τω̃ν πρεσβυτέρων ὅσοι ἐμακροημέρευσαν μετὰ 'Ιησου̃ ὅσοι ἔγνωσαν πα̃ν τὸ ἔργον κυρίου τὸ μέγα ὃ ἐποίησεν ἐν τω̨̃ Ισραηλ
καὶ ἐτελεύτησεν 'Ιησου̃ς υἱὸς Ναυη δου̃λος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτω̃ν
καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίω̨ τη̃ς κληρονομίας αὐτου̃ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρα̃ του̃ ὄρους Γαας
10 καί γε πα̃σα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτω̃ν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτούς οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τὸ ἔργον ὃ ἐποίησεν ἐν τω̨̃ Ισραηλ
11 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐλάτρευσαν τοι̃ς Βααλιμ
12 καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεω̃ν ἑτέρων ἀπὸ τω̃ν θεω̃ν τω̃ν ἐθνω̃ν τω̃ν περικύκλω̨ αὐτω̃ν καὶ προσεκύνησαν αὐτοι̃ς καὶ παρώργισαν τὸν κύριον
13 καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τω̨̃ Βααλ καὶ ται̃ς 'Αστάρταις
14 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς εἰς χει̃ρας προνομευόντων καὶ κατεπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τω̃ν ἐχθρω̃ν αὐτω̃ν κυκλόθεν καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστη̃ναι κατὰ πρόσωπον τω̃ν ἐχθρω̃ν αὐτω̃ν
15 ἐν πα̃σιν οἱ̃ς ἐξεπορεύοντο καὶ χεὶρ κυρίου ἠ̃ν ἐπ' αὐτοὺς εἰς κακά καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος αὐτοι̃ς καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα
16 καὶ ἤγειρεν κύριος κριτάς καὶ ἔσωσεν αὐτοὺς κύριος ἐκ χειρὸς τω̃ν προνομευόντων αὐτούς
17 καί γε τω̃ν κριτω̃ν οὐχ ὑπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεω̃ν ἑτέρων καὶ προσεκύνησαν αὐτοι̃ς καὶ ἐξέκλιναν ταχὺ ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐπορεύθησαν οἱ πατέρες αὐτω̃ν του̃ εἰσακούειν τω̃ν λόγων κυρίου οὐκ ἐποίησαν οὕτως
18 καὶ ὅτι ἤγειρεν κύριος κριτὰς αὐτοι̃ς καὶ ἠ̃ν κύριος μετὰ του̃ κριτου̃ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρω̃ν αὐτω̃ν πάσας τὰς ἡμέρας του̃ κριτου̃ ὅτι παρεκλήθη κύριος ἀπὸ του̃ στεναγμου̃ αὐτω̃ν ἀπὸ προσώπου τω̃ν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς
19 καὶ ἐγένετο ὡς ἀπέθνη̨σκεν ὁ κριτής καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτω̃ν πορεύεσθαι ὀπίσω θεω̃ν ἑτέρων λατρεύειν αὐτοι̃ς καὶ προσκυνει̃ν αὐτοι̃ς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτω̃ν καὶ τὰς ὁδοὺς αὐτω̃ν τὰς σκληράς
20 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ εἰ̃πεν ἀνθ' ὡ̃ν ὅσα ἐγκατέλιπον τὸ ἔθνος του̃το τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοι̃ς πατράσιν αὐτω̃ν καὶ οὐκ εἰσήκουσαν τη̃ς φωνη̃ς μου
21 καί γε ἐγὼ οὐ προσθήσω του̃ ἐξα̃ραι ἄνδρα ἐκ προσώπου αὐτω̃ν ἀπὸ τω̃ν ἐθνω̃ν ὡ̃ν κατέλιπεν 'Ιησου̃ς υἱὸς Ναυη ἐν τη̨̃ γη̨̃ καὶ ἀφη̃κεν
22 του̃ πειράσαι ἐν αὐτοι̃ς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτη̨̃ ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτω̃ν ἢ οὔ
23 καὶ ἀφη̃κεν κύριος τὰ ἔθνη ταυ̃τα του̃ μὴ ἐξα̃ραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ 'Ιησου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.