1 καὶ ὤρθρισεν Ιαρβαλ αὐτός ἐστιν Γεδεων καὶ πα̃ς ὁ λαὸς μετ' αὐτου̃ καὶ παρενέβαλον ἐπὶ πηγὴν Αραδ καὶ παρεμβολὴ Μαδιαμ ἠ̃ν αὐτω̨̃ ἀπὸ βορρα̃ ἀπὸ Γαβααθ Αμωρα ἐν κοιλάδι |
2 καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σου̃ ὥστε μὴ παραδου̃ναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτω̃ν μήποτε καυχήσηται Ισραηλ ἐπ' ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με |
3 καὶ νυ̃ν λάλησον δὴ ἐν ὠσὶν του̃ λαου̃ λέγων τίς ὁ φοβούμενος καὶ δειλός ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλααδ καὶ ἐπέστρεψεν ἀπὸ του̃ λαου̃ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν |
4 καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ καὶ ἐκκαθαρω̃ σοι αὐτὸν ἐκει̃ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὑ̃τος πορεύσεται σὺν σοί αὐτὸς πορεύσεται σὺν σοί καὶ πα̃ν ὃν ἐὰν εἴπω πρὸς σέ οὑ̃τος οὐ πορεύσεται μετὰ σου̃ αὐτὸς οὐ πορεύσεται μετὰ σου̃ |
5 καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων πα̃ς ὃς ἂν λάψη̨ τη̨̃ γλώσση̨ αὐτου̃ ἀπὸ του̃ ὕδατος ὡς ἐὰν λάψη̨ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πα̃ς ὃς ἐὰν κλίνη̨ ἐπὶ τὰ γόνατα αὐτου̃ πιει̃ν |
6 καὶ ἐγένετο ὁ ἀριθμὸς τω̃ν λαψάντων ἐν χειρὶ αὐτω̃ν πρὸς τὸ στόμα αὐτω̃ν τριακόσιοι ἄνδρες καὶ πα̃ν τὸ κατάλοιπον του̃ λαου̃ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτω̃ν πιει̃ν ὕδωρ |
7 καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων ἐν τοι̃ς τριακοσίοις ἀνδράσιν τοι̃ς λάψασιν σώσω ὑμα̃ς καὶ δώσω τὴν Μαδιαμ ἐν χειρί σου καὶ πα̃ς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτου̃ |
8 καὶ ἔλαβον τὸν ἐπισιτισμὸν του̃ λαου̃ ἐν χειρὶ αὐτω̃ν καὶ τὰς κερατίνας αὐτω̃ν καὶ τὸν πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτου̃ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν καὶ ἡ παρεμβολὴ Μαδιαμ ἠ̃σαν αὐτου̃ ὑποκάτω ἐν τη̨̃ κοιλάδι |
9 καὶ ἐγενήθη ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ εἰ̃πεν πρὸς αὐτὸν κύριος ἀναστὰς κατάβηθι ἐν τη̨̃ παρεμβολη̨̃ ὅτι παρέδωκα αὐτὴν ἐν τη̨̃ χειρί σου |
10 καὶ εἰ φοβη̨̃ σὺ καταβη̃ναι κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν |
11 καὶ ἀκούση̨ τί λαλήσουσιν καὶ μετὰ του̃το ἰσχύσουσιν αἱ χει̃ρές σου καὶ καταβήση̨ ἐν τη̨̃ παρεμβολη̨̃ καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτου̃ πρὸς ἀρχὴν τω̃ν πεντήκοντα οἳ ἠ̃σαν ἐν τη̨̃ παρεμβολη̨̃ |
12 καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες υἱοὶ ἀνατολω̃ν βεβλημένοι ἐν τη̨̃ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλη̃θος καὶ ται̃ς καμήλοις αὐτω̃ν οὐκ ἠ̃ν ἀριθμός ἀλλὰ ἠ̃σαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τη̃ς θαλάσσης εἰς πλη̃θος |
13 καὶ ἠ̃λθεν Γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τω̨̃ πλησίον αὐτου̃ ἐνύπνιον καὶ εἰ̃πεν ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τη̨̃ παρεμβολη̨̃ Μαδιαμ καὶ ἠ̃λθεν ἕως τη̃ς σκηνη̃ς καὶ ἐπάταξεν αὐτήν καὶ ἔπεσεν καὶ ἀνέστρεψεν αὐτὴν ἄνω καὶ ἔπεσεν ἡ σκηνή |
14 καὶ ἀπεκρίθη ὁ πλησίον αὐτου̃ καὶ εἰ̃πεν οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεων υἱου̃ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτου̃ τὴν Μαδιαμ καὶ πα̃σαν τὴν παρεμβολήν |
15 καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν ἐξήγησιν του̃ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτου̃ καὶ προσεκύνησεν κυρίω̨ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἰ̃πεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμω̃ν τὴν παρεμβολὴν Μαδιαμ |
16 καὶ διει̃λεν τοὺς τριακοσίους ἄνδρας εἰς τρει̃ς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ται̃ς ὑδρίαις |
17 καὶ εἰ̃πεν πρὸς αὐτούς ἀπ' ἐμου̃ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχη̨̃ τη̃ς παρεμβολη̃ς καὶ ἔσται καθὼς ἂν ποιήσω οὕτως ποιήσετε |
18 καὶ σαλπιω̃ ἐν τη̨̃ κερατίνη̨ ἐγώ καὶ πάντες μετ' ἐμου̃ σαλπιει̃τε ἐν ται̃ς κερατίναις κύκλω̨ ὅλης τη̃ς παρεμβολη̃ς καὶ ἐρει̃τε τω̨̃ κυρίω̨ καὶ τω̨̃ Γεδεων |
19 καὶ εἰση̃λθεν Γεδεων καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ' αὐτου̃ ἐν ἀρχη̨̃ τη̃ς παρεμβολη̃ς ἐν ἀρχη̨̃ τη̃ς φυλακη̃ς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ται̃ς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ται̃ς χερσὶν αὐτω̃ν |
20 καὶ ἐσάλπισαν αἱ τρει̃ς ἀρχαὶ ἐν ται̃ς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραι̃ς αὐτω̃ν τὰς λαμπάδας καὶ ἐν χερσὶν δεξιαι̃ς αὐτω̃ν τὰς κερατίνας του̃ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τω̨̃ κυρίω̨ καὶ τω̨̃ Γεδεων |
21 καὶ ἔστησαν ἀνὴρ ἐφ' ἑαυτω̨̃ κύκλω̨ τη̃ς παρεμβολη̃ς καὶ ἔδραμεν πα̃σα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγαν |
22 καὶ ἐσάλπισαν ἐν ται̃ς τριακοσίαις κερατίναις καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τω̨̃ πλησίον αὐτου̃ ἐν πάση̨ τη̨̃ παρεμβολη̨̃ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτα Γαραγαθα ἕως χείλους Αβωμεουλα ἐπὶ Ταβαθ |
23 καὶ ἐβόησαν ἀνὴρ Ισραηλ ἀπὸ Νεφθαλι καὶ ἀπὸ Ασηρ καὶ ἀπὸ παντὸς Μανασση καὶ ἐδίωξαν ὀπίσω Μαδιαμ |
24 καὶ ἀγγέλους ἀπέστειλεν Γεδεων ἐν παντὶ ὄρει Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοι̃ς τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πα̃ς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην |
25 καὶ συνέλαβον τοὺς ἄρχοντας Μαδιαμ καὶ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουρ καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηφ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἀπὸ πέραν του̃ Ιορδάνου |