ΘΡΗΝΟΙ,
κεφαλίς 5
1 μνήσθητι κύριε ὅ τι ἐγενήθη ἡμι̃ν ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμω̃ν |
2 κληρονομία ἡμω̃ν μετεστράφη ἀλλοτρίοις οἱ οἰ̃κοι ἡμω̃ν ξένοις |
3 ὀρφανοὶ ἐγενήθημεν οὐχ ὑπάρχει πατήρ μητέρες ἡμω̃ν ὡς αἱ χη̃ραι |
4 ἐξ ἡμερω̃ν ἡμω̃ν ξύλα ἡμω̃ν ἐν ἀλλάγματι ἠ̃λθεν |
5 ἐπὶ τὸν τράχηλον ἡμω̃ν ἐδιώχθημεν ἐκοπιάσαμεν οὐκ ἀνεπαύθημεν |
6 Αἴγυπτος ἔδωκεν χει̃ρα Ασσουρ εἰς πλησμονὴν αὐτω̃ν |
7 οἱ πατέρες ἡμω̃ν ἥμαρτον οὐχ ὑπάρχουσιν ἡμει̃ς τὰ ἀνομήματα αὐτω̃ν ὑπέσχομεν |
8 δου̃λοι ἐκυρίευσαν ἡμω̃ν λυτρούμενος οὐκ ἔστιν ἐκ τη̃ς χειρὸς αὐτω̃ν |
9 ἐν ται̃ς ψυχαι̃ς ἡμω̃ν εἰσοίσομεν ἄρτον ἡμω̃ν ἀπὸ προσώπου ῥομφαίας τη̃ς ἐρήμου |
10 τὸ δέρμα ἡμω̃ν ὡς κλίβανος ἐπελειώθη συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμου̃ |
11 γυναι̃κας ἐν Σιων ἐταπείνωσαν παρθένους ἐν πόλεσιν Ιουδα |
12 ἄρχοντες ἐν χερσὶν αὐτω̃ν ἐκρεμάσθησαν πρεσβύτεροι οὐκ ἐδοξάσθησαν |
13 ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον καὶ νεανίσκοι ἐν ξύλω̨ ἠσθένησαν |
14 καὶ πρεσβυ̃ται ἀπὸ πύλης κατέπαυσαν ἐκλεκτοὶ ἐκ ψαλμω̃ν αὐτω̃ν κατέπαυσαν |
15 κατέλυσεν χαρὰ καρδίας ἡμω̃ν ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμω̃ν |
16 ἔπεσεν ὁ στέφανος τη̃ς κεφαλη̃ς ἡμω̃ν οὐαὶ δὴ ἡμι̃ν ὅτι ἡμάρτομεν |
17 περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμω̃ν περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμω̃ν |
18 ἐπ' ὄρος Σιων ὅτι ἠφανίσθη ἀλώπεκες διη̃λθον ἐν αὐτη̨̃ |
19 σὺ δέ κύριε εἰς τὸν αἰω̃να κατοικήσεις ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν |
20 ἵνα τί εἰς νει̃κος ἐπιλήση̨ ἡμω̃ν καταλείψεις ἡμα̃ς εἰς μακρότητα ἡμερω̃ν |
21 ἐπίστρεψον ἡμα̃ς κύριε πρὸς σέ καὶ ἐπιστραφησόμεθα καὶ ἀνακαίνισον ἡμέρας ἡμω̃ν καθὼς ἔμπροσθεν |
22 ὅτι ἀπωθούμενος ἀπώσω ἡμα̃ς ὠργίσθης ἐφ' ἡμα̃ς ἕως σφόδρα |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.