Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 2

ἐὰν δὲ ψυχὴ προσφέρη̨ δω̃ρον θυσίαν τω̨̃ κυρίω̨ σεμίδαλις ἔσται τὸ δω̃ρον αὐτου̃ καὶ ἐπιχεει̃ ἐπ' αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον θυσία ἐστίν
καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ααρων τοὺς ἱερει̃ς καὶ δραξάμενος ἀπ' αὐτη̃ς πλήρη τὴν δράκα ἀπὸ τη̃ς σεμιδάλεως σὺν τω̨̃ ἐλαίω̨ καὶ πάντα τὸν λίβανον αὐτη̃ς καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτη̃ς ἐπὶ τὸ θυσιαστήριον θυσία ὀσμὴ εὐωδίας τω̨̃ κυρίω̨
καὶ τὸ λοιπὸν ἀπὸ τη̃ς θυσίας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ ἅγιον τω̃ν ἁγίων ἀπὸ τω̃ν θυσιω̃ν κυρίου
ἐὰν δὲ προσφέρη̨ δω̃ρον θυσίαν πεπεμμένην ἐν κλιβάνω̨ δω̃ρον κυρίω̨ ἐκ σεμιδάλεως ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίω̨ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίω̨
ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δω̃ρόν σου σεμίδαλις πεφυραμένη ἐν ἐλαίω̨ ἄζυμα ἔσται
καὶ διαθρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεει̃ς ἐπ' αὐτὰ ἔλαιον θυσία ἐστὶν κυρίω̨
ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δω̃ρόν σου σεμίδαλις ἐν ἐλαίω̨ ποιηθήσεται
καὶ προσοίσει τὴν θυσίαν ἣν ἂν ποιη̨̃ ἐκ τούτων τω̨̃ κυρίω̨ καὶ προσοίσει πρὸς τὸν ἱερέα καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον
ἀφελει̃ ὁ ἱερεὺς ἀπὸ τη̃ς θυσίας τὸ μνημόσυνον αὐτη̃ς καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας κυρίω̨
10 τὸ δὲ καταλειφθὲν ἀπὸ τη̃ς θυσίας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ ἅγια τω̃ν ἁγίων ἀπὸ τω̃ν καρπωμάτων κυρίου
11 πα̃σαν θυσίαν ἣν ἂν προσφέρητε κυρίω̨ οὐ ποιήσετε ζυμωτόν πα̃σαν γὰρ ζύμην καὶ πα̃ν μέλι οὐ προσοίσετε ἀπ' αὐτου̃ καρπω̃σαι κυρίω̨
12 δω̃ρον ἀπαρχη̃ς προσοίσετε αὐτὰ κυρίω̨ ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας κυρίω̨
13 καὶ πα̃ν δω̃ρον θυσίας ὑμω̃ν ἁλὶ ἁλισθήσεται οὐ διαπαύσετε ἅλα διαθήκης κυρίου ἀπὸ θυσιασμάτων ὑμω̃ν ἐπὶ παντὸς δώρου ὑμω̃ν προσοίσετε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν ἅλας
14 ἐὰν δὲ προσφέρη̨ς θυσίαν πρωτογενημάτων τω̨̃ κυρίω̨ νέα πεφρυγμένα χίδρα ἐρικτὰ τω̨̃ κυρίω̨ καὶ προσοίσεις τὴν θυσίαν τω̃ν πρωτογενημάτων
15 καὶ ἐπιχεει̃ς ἐπ' αὐτὴν ἔλαιον καὶ ἐπιθήσεις ἐπ' αὐτὴν λίβανον θυσία ἐστίν
16 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτη̃ς ἀπὸ τω̃ν χίδρων σὺν τω̨̃ ἐλαίω̨ καὶ πάντα τὸν λίβανον αὐτη̃ς κάρπωμά ἐστιν κυρίω̨
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.