Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 23

καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων
λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς αἱ ἑορταὶ κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας αὑ̃ταί εἰσιν ἑορταί μου
ἓξ ἡμέρας ποιήσεις ἔργα καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τω̨̃ κυρίω̨ πα̃ν ἔργον οὐ ποιήσεις σάββατά ἐστιν τω̨̃ κυρίω̨ ἐν πάση̨ κατοικία̨ ὑμω̃ν
αὑ̃ται αἱ ἑορταὶ τω̨̃ κυρίω̨ κληταὶ ἅγιαι ἃς καλέσετε αὐτὰς ἐν τοι̃ς καιροι̃ς αὐτω̃ν
ἐν τω̨̃ πρώτω̨ μηνὶ ἐν τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς ἀνὰ μέσον τω̃ν ἑσπερινω̃ν πάσχα τω̨̃ κυρίω̨
καὶ ἐν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς τούτου ἑορτὴ τω̃ν ἀζύμων τω̨̃ κυρίω̨ ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε
καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε
καὶ προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἑπτὰ ἡμέρας καὶ ἡ ἑβδόμη ἡμέρα κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε
καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
10 εἰπὸν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ὅταν εἰσέλθητε εἰς τὴν γη̃ν ἣν ἐγὼ δίδωμι ὑμι̃ν καὶ θερίζητε τὸν θερισμὸν αὐτη̃ς καὶ οἴσετε δράγμα ἀπαρχὴν του̃ θερισμου̃ ὑμω̃ν πρὸς τὸν ἱερέα
11 καὶ ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου δεκτὸν ὑμι̃ν τη̨̃ ἐπαύριον τη̃ς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς
12 καὶ ποιήσετε ἐν τη̨̃ ἡμέρα̨ ἐν ἡ̨̃ ἂν φέρητε τὸ δράγμα πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τω̨̃ κυρίω̨
13 καὶ τὴν θυσίαν αὐτου̃ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ θυσία τω̨̃ κυρίω̨ ὀσμὴ εὐωδίας κυρίω̨ καὶ σπονδὴν αὐτου̃ τὸ τέταρτον του̃ ιν οἴνου
14 καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην ἕως ἂν προσενέγκητε ὑμει̃ς τὰ δω̃ρα τω̨̃ θεω̨̃ ὑμω̃ν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάση̨ κατοικία̨ ὑμω̃ν
15 καὶ ἀριθμήσετε ὑμει̃ς ἀπὸ τη̃ς ἐπαύριον τω̃ν σαββάτων ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἂν προσενέγκητε τὸ δράγμα του̃ ἐπιθέματος ἑπτὰ ἑβδομάδας ὁλοκλήρους
16 ἕως τη̃ς ἐπαύριον τη̃ς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τω̨̃ κυρίω̨
17 ἀπὸ τη̃ς κατοικίας ὑμω̃ν προσοίσετε ἄρτους ἐπίθεμα δύο ἄρτους ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται ἐζυμωμένοι πεφθήσονται πρωτογενημάτων τω̨̃ κυρίω̨
18 καὶ προσάξετε μετὰ τω̃ν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους ἔσονται ὁλοκαύτωμα τω̨̃ κυρίω̨ καὶ αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν θυσίαν ὀσμὴν εὐωδίας τω̨̃ κυρίω̨
19 καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τω̃ν ἄρτων του̃ πρωτογενήματος
20 καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τω̃ν ἄρτων του̃ πρωτογενήματος ἐπίθεμα ἔναντι κυρίου μετὰ τω̃ν δύο ἀμνω̃ν ἅγια ἔσονται τω̨̃ κυρίω̨ τω̨̃ ἱερει̃ τω̨̃ προσφέροντι αὐτὰ αὐτω̨̃ ἔσται
21 καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτη̨̃ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάση̨ τη̨̃ κατοικία̨ ὑμω̃ν
22 καὶ ὅταν θερίζητε τὸν θερισμὸν τη̃ς γη̃ς ὑμω̃ν οὐ συντελέσετε τὸ λοιπὸν του̃ θερισμου̃ του̃ ἀγρου̃ σου ἐν τω̨̃ θερίζειν σε καὶ τὰ ἀποπίπτοντα του̃ θερισμου̃ σου οὐ συλλέξεις τω̨̃ πτωχω̨̃ καὶ τω̨̃ προσηλύτω̨ ὑπολείψη̨ αὐτά ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
23 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
24 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων του̃ μηνὸς του̃ ἑβδόμου μια̨̃ του̃ μηνὸς ἔσται ὑμι̃ν ἀνάπαυσις μνημόσυνον σαλπίγγων κλητὴ ἁγία ἔσται ὑμι̃ν
25 πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ προσάξετε ὁλοκαύτωμα κυρίω̨
26 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
27 καὶ τη̨̃ δεκάτη̨ του̃ μηνὸς του̃ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμου̃ κλητὴ ἁγία ἔσται ὑμι̃ν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμω̃ν καὶ προσάξετε ὁλοκαύτωμα τω̨̃ κυρίω̨
28 πα̃ν ἔργον οὐ ποιήσετε ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἔστιν γὰρ ἡμέρα ἐξιλασμου̃ αὕτη ὑμι̃ν ἐξιλάσασθαι περὶ ὑμω̃ν ἔναντι κυρίου του̃ θεου̃ ὑμω̃ν
29 πα̃σα ψυχή ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐξολεθρευθήσεται ἐκ του̃ λαου̃ αὐτη̃ς
30 καὶ πα̃σα ψυχή ἥτις ποιήσει ἔργον ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς
31 πα̃ν ἔργον οὐ ποιήσετε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάσαις κατοικίαις ὑμω̃ν
32 σάββατα σαββάτων ἔσται ὑμι̃ν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμω̃ν ἀπὸ ἐνάτης του̃ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιει̃τε τὰ σάββατα ὑμω̃ν
33 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
34 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων τη̨̃ πεντεκαιδεκάτη̨ του̃ μηνὸς του̃ ἑβδόμου τούτου ἑορτὴ σκηνω̃ν ἑπτὰ ἡμέρας τω̨̃ κυρίω̨
35 καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε
36 ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμι̃ν καὶ προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἐξόδιόν ἐστιν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε
37 αὑ̃ται αἱ ἑορταὶ κυρίω̨ ἃς καλέσετε κλητὰς ἁγίας ὥστε προσενέγκαι καρπώματα τω̨̃ κυρίω̨ ὁλοκαυτώματα καὶ θυσίας αὐτω̃ν καὶ σπονδὰς αὐτω̃ν τὸ καθ' ἡμέραν εἰς ἡμέραν
38 πλὴν τω̃ν σαββάτων κυρίου καὶ πλὴν τω̃ν δομάτων ὑμω̃ν καὶ πλὴν πασω̃ν τω̃ν εὐχω̃ν ὑμω̃ν καὶ πλὴν τω̃ν ἑκουσίων ὑμω̃ν ἃ ἂν δω̃τε τω̨̃ κυρίω̨
39 καὶ ἐν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ ἑβδόμου τούτου ὅταν συντελέσητε τὰ γενήματα τη̃ς γη̃ς ἑορτάσετε τω̨̃ κυρίω̨ ἑπτὰ ἡμέρας τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ ἀνάπαυσις καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἀνάπαυσις
40 καὶ λήμψεσθε τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ καρπὸν ξύλου ὡραι̃ον καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δασει̃ς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου εὐφρανθη̃ναι ἔναντι κυρίου του̃ θεου̃ ὑμω̃ν ἑπτὰ ἡμέρας
41 του̃ ἐνιαυτου̃ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ ἑορτάσετε αὐτήν
42 ἐν σκηναι̃ς κατοικήσετε ἑπτὰ ἡμέρας πα̃ς ὁ αὐτόχθων ἐν Ισραηλ κατοικήσει ἐν σκηναι̃ς
43 ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμω̃ν ὅτι ἐν σκηναι̃ς κατώ̨κισα τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ ἐξαγαγει̃ν με αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
44 καὶ ἐλάλησεν Μωυση̃ς τὰς ἑορτὰς κυρίου τοι̃ς υἱοι̃ς Ισραηλ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.