1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 λάλησον πρὸς τοὺς υἱοὺς Ισραηλ λέγων ψυχὴ ἐὰν ἁμάρτη̨ ἔναντι κυρίου ἀκουσίως ἀπὸ τω̃ν προσταγμάτων κυρίου ὡ̃ν οὐ δει̃ ποιει̃ν καὶ ποιήση̨ ἕν τι ἀπ' αὐτω̃ν |
3 ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτη̨ του̃ τὸν λαὸν ἁμαρτει̃ν καὶ προσάξει περὶ τη̃ς ἁμαρτίας αὐτου̃ ἡ̃ς ἥμαρτεν μόσχον ἐκ βοω̃ν ἄμωμον τω̨̃ κυρίω̨ περὶ τη̃ς ἁμαρτίας αὐτου̃ |
4 καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἔναντι κυρίου καὶ ἐπιθήσει τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὴν κεφαλὴν του̃ μόσχου ἔναντι κυρίου καὶ σφάξει τὸν μόσχον ἐνώπιον κυρίου |
5 καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χει̃ρας ἀπὸ του̃ αἵματος του̃ μόσχου καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν του̃ μαρτυρίου |
6 καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἱ̃μα καὶ προσρανει̃ ἀπὸ του̃ αἵματος ἑπτάκις ἔναντι κυρίου κατὰ τὸ καταπέτασμα τὸ ἅγιον |
7 καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ μόσχου ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου του̃ θυμιάματος τη̃ς συνθέσεως του̃ ἐναντίον κυρίου ὅ ἐστιν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ πα̃ν τὸ αἱ̃μα του̃ μόσχου ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων ὅ ἐστιν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
8 καὶ πα̃ν τὸ στέαρ του̃ μόσχου του̃ τη̃ς ἁμαρτίας περιελει̃ ἀπ' αὐτου̃ τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πα̃ν τὸ στέαρ τὸ ἐπὶ τω̃ν ἐνδοσθίων |
9 καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν ὅ ἐστιν ἐπὶ τω̃ν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος σὺν τοι̃ς νεφροι̃ς περιελει̃ αὐτό |
10 ὃν τρόπον ἀφαιρει̃ται ἀπὸ του̃ μόσχου του̃ τη̃ς θυσίας του̃ σωτηρίου καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τη̃ς καρπώσεως |
11 καὶ τὸ δέρμα του̃ μόσχου καὶ πα̃σαν αὐτου̃ τὴν σάρκα σὺν τη̨̃ κεφαλη̨̃ καὶ τοι̃ς ἀκρωτηρίοις καὶ τη̨̃ κοιλία̨ καὶ τη̨̃ κόπρω̨ |
12 καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τη̃ς παρεμβολη̃ς εἰς τόπον καθαρόν οὑ̃ ἐκχεου̃σιν τὴν σποδιάν καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί ἐπὶ τη̃ς ἐκχύσεως τη̃ς σποδια̃ς καυθήσεται |
13 ἐὰν δὲ πα̃σα συναγωγὴ Ισραηλ ἀγνοήση̨ ἀκουσίως καὶ λάθη̨ ῥη̃μα ἐξ ὀφθαλμω̃ν τη̃ς συναγωγη̃ς καὶ ποιήσωσιν μίαν ἀπὸ πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσωσιν |
14 καὶ γνωσθη̨̃ αὐτοι̃ς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτη̨̃ καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοω̃ν ἄμωμον περὶ τη̃ς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
15 καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τη̃ς συναγωγη̃ς τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ μόσχου ἔναντι κυρίου καὶ σφάξουσιν τὸν μόσχον ἔναντι κυρίου |
16 καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ του̃ αἵματος του̃ μόσχου εἰς τὴν σκηνὴν του̃ μαρτυρίου |
17 καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ του̃ αἵματος του̃ μόσχου καὶ ῥανει̃ ἑπτάκις ἔναντι κυρίου κατενώπιον του̃ καταπετάσματος του̃ ἁγίου |
18 καὶ ἀπὸ του̃ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τω̃ν θυμιαμάτων τη̃ς συνθέσεως ὅ ἐστιν ἐνώπιον κυρίου ὅ ἐστιν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ τὸ πα̃ν αἱ̃μα ἐκχεει̃ πρὸς τὴν βάσιν του̃ θυσιαστηρίου τω̃ν καρπώσεων τω̃ν πρὸς τη̨̃ θύρα̨ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
19 καὶ τὸ πα̃ν στέαρ περιελει̃ ἀπ' αὐτου̃ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον |
20 καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τη̃ς ἁμαρτίας οὕτως ποιηθήσεται καὶ ἐξιλάσεται περὶ αὐτω̃ν ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτοι̃ς ἡ ἁμαρτία |
21 καὶ ἐξοίσουσιν τὸν μόσχον ὅλον ἔξω τη̃ς παρεμβολη̃ς καὶ κατακαύσουσιν τὸν μόσχον ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον ἁμαρτία συναγωγη̃ς ἐστιν |
22 ἐὰν δὲ ὁ ἄρχων ἁμάρτη̨ καὶ ποιήση̨ μίαν ἀπὸ πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου του̃ θεου̃ αὐτω̃ν ἣ οὐ ποιηθήσεται ἀκουσίως καὶ ἁμάρτη̨ καὶ πλημμελήση̨ |
23 καὶ γνωσθη̨̃ αὐτω̨̃ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτη̨̃ καὶ προσοίσει τὸ δω̃ρον αὐτου̃ χίμαρον ἐξ αἰγω̃ν ἄρσεν ἄμωμον |
24 καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν του̃ χιμάρου καὶ σφάξουσιν αὐτὸν ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα ἐνώπιον κυρίου ἁμαρτία ἐστίν |
25 καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς ἁμαρτίας τω̨̃ δακτύλω̨ ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων καὶ τὸ πα̃ν αἱ̃μα αὐτου̃ ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων |
26 καὶ τὸ πα̃ν στέαρ αὐτου̃ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἀπὸ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ ἀφεθήσεται αὐτω̨̃ |
27 ἐὰν δὲ ψυχὴ μία ἁμάρτη̨ ἀκουσίως ἐκ του̃ λαου̃ τη̃ς γη̃ς ἐν τω̨̃ ποιη̃σαι μίαν ἀπὸ πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήση̨ |
28 καὶ γνωσθη̨̃ αὐτω̨̃ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτη̨̃ καὶ οἴσει χίμαιραν ἐξ αἰγω̃ν θήλειαν ἄμωμον οἴσει περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν |
29 καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν του̃ ἁμαρτήματος αὐτου̃ καὶ σφάξουσιν τὴν χίμαιραν τὴν τη̃ς ἁμαρτίας ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα |
30 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος αὐτη̃ς τω̨̃ δακτύλω̨ καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων καὶ πα̃ν τὸ αἱ̃μα αὐτη̃ς ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου |
31 καὶ πα̃ν τὸ στέαρ περιελει̃ ὃν τρόπον περιαιρει̃ται στέαρ ἀπὸ θυσίας σωτηρίου καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας κυρίω̨ καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτω̨̃ |
32 ἐὰν δὲ πρόβατον προσενέγκη̨ τὸ δω̃ρον αὐτου̃ εἰς ἁμαρτίαν θη̃λυ ἄμωμον προσοίσει αὐτό |
33 καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν του̃ τη̃ς ἁμαρτίας καὶ σφάξουσιν αὐτὸ ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα |
34 καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς ἁμαρτίας τω̨̃ δακτύλω̨ ἐπιθήσει ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τη̃ς ὁλοκαυτώσεως καὶ πα̃ν αὐτου̃ τὸ αἱ̃μα ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου τη̃ς ὁλοκαυτώσεως |
35 καὶ πα̃ν αὐτου̃ τὸ στέαρ περιελει̃ ὃν τρόπον περιαιρει̃ται στέαρ προβάτου ἐκ τη̃ς θυσίας του̃ σωτηρίου καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα κυρίου καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτω̨̃ |