Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 8

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
λαβὲ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς στολὰς αὐτου̃ καὶ τὸ ἔλαιον τη̃ς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανου̃ν τω̃ν ἀζύμων
καὶ πα̃σαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
καὶ ἐποίησεν Μωυση̃ς ὃν τρόπον συνέταξεν αὐτω̨̃ κύριος καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
καὶ εἰ̃πεν Μωυση̃ς τη̨̃ συναγωγη̨̃ του̃τό ἐστιν τὸ ῥη̃μα ὃ ἐνετείλατο κύριος ποιη̃σαι
καὶ προσήνεγκεν Μωυση̃ς τὸν Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ ἔλουσεν αὐτοὺς ὕδατι
καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτω̃να καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ' αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τη̃ς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτη̨̃
καὶ ἐπέθηκεν ἐπ' αὐτὴν τὸ λογει̃ον καὶ ἐπέθηκεν ἐπὶ τὸ λογει̃ον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν
καὶ ἐπέθηκεν τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτου̃ τὸ πέταλον τὸ χρυσου̃ν τὸ καθηγιασμένον ἅγιον ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
10 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως
11 καὶ ἔρρανεν ἀπ' αὐτου̃ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις καὶ ἔχρισεν τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃ καὶ ἡγίασεν αὐτά καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτη̨̃ καὶ ἡγίασεν αὐτήν
12 καὶ ἐπέχεεν Μωυση̃ς ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ααρων καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν
13 καὶ προσήγαγεν Μωυση̃ς τοὺς υἱοὺς Ααρων καὶ ἐνέδυσεν αὐτοὺς χιτω̃νας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοι̃ς κιδάρεις καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
14 καὶ προσήγαγεν Μωυση̃ς τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν του̃ μόσχου του̃ τη̃ς ἁμαρτίας
15 καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου κύκλω̨ τω̨̃ δακτύλω̨ καὶ ἐκαθάρισεν τὸ θυσιαστήριον καὶ τὸ αἱ̃μα ἐξέχεεν ἐπὶ τὴν βάσιν του̃ θυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ του̃ ἐξιλάσασθαι ἐπ' αὐτου̃
16 καὶ ἔλαβεν Μωυση̃ς πα̃ν τὸ στέαρ τὸ ἐπὶ τω̃ν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ ἀνήνεγκεν Μωυση̃ς ἐπὶ τὸ θυσιαστήριον
17 καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτου̃ καὶ τὰ κρέα αὐτου̃ καὶ τὴν κόπρον αὐτου̃ καὶ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τη̃ς παρεμβολη̃ς ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
18 καὶ προσήγαγεν Μωυση̃ς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ κριου̃
19 καὶ ἔσφαξεν Μωυση̃ς τὸν κριόν καὶ προσέχεεν Μωυση̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨
20 καὶ τὸν κριὸν ἐκρεανόμησεν κατὰ μέλη καὶ ἀνήνεγκεν Μωυση̃ς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ
21 καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι καὶ ἀνήνεγκεν Μωυση̃ς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωμα ὅ ἐστιν εἰς ὀσμὴν εὐωδίας κάρπωμά ἐστιν τω̨̃ κυρίω̨ καθάπερ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
22 καὶ προσήγαγεν Μωυση̃ς τὸν κριὸν τὸν δεύτερον κριὸν τελειώσεως καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ κριου̃
23 καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ αἵματος αὐτου̃ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς Ααρων του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃
24 καὶ προσήγαγεν Μωυση̃ς τοὺς υἱοὺς Ααρων καὶ ἐπέθηκεν Μωυση̃ς ἀπὸ του̃ αἵματος ἐπὶ τοὺς λοβοὺς τω̃ν ὤτων τω̃ν δεξιω̃ν καὶ ἐπὶ τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτω̃ν τω̃ν δεξιω̃ν καὶ ἐπὶ τὰ ἄκρα τω̃ν ποδω̃ν αὐτω̃ν τω̃ν δεξιω̃ν καὶ προσέχεεν Μωυση̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨
25 καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τη̃ς κοιλίας καὶ τὸν λοβὸν του̃ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ τὸν βραχίονα τὸν δεξιόν
26 καὶ ἀπὸ του̃ κανου̃ τη̃ς τελειώσεως του̃ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν
27 καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χει̃ρας Ααρων καὶ ἐπὶ τὰς χει̃ρας τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι κυρίου
28 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἀνήνεγκεν αὐτὰ Μωυση̃ς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα τη̃ς τελειώσεως ὅ ἐστιν ὀσμὴ εὐωδίας κάρπωμά ἐστιν τω̨̃ κυρίω̨
29 καὶ λαβὼν Μωυση̃ς τὸ στηθύνιον ἀφει̃λεν αὐτὸ ἐπίθεμα ἔναντι κυρίου ἀπὸ του̃ κριου̃ τη̃ς τελειώσεως καὶ ἐγένετο Μωυση̨̃ ἐν μερίδι καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
30 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως καὶ ἀπὸ του̃ αἵματος του̃ ἐπὶ του̃ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ Ααρων καὶ τὰς στολὰς αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ καὶ ἡγίασεν Ααρων καὶ τὰς στολὰς αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃
31 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ ἑψήσατε τὰ κρέα ἐν τη̨̃ αὐλη̨̃ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν τόπω̨ ἁγίω̨ καὶ ἐκει̃ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τω̨̃ κανω̨̃ τη̃ς τελειώσεως ὃν τρόπον συντέτακταί μοι λέγων Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ φάγονται αὐτά
32 καὶ τὸ καταλειφθὲν τω̃ν κρεω̃ν καὶ τω̃ν ἄρτων ἐν πυρὶ κατακαυθήσεται
33 καὶ ἀπὸ τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας ἕως ἡμέρα πληρωθη̨̃ ἡμέρα τελειώσεως ὑμω̃ν ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χει̃ρας ὑμω̃ν
34 καθάπερ ἐποίησεν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐνετείλατο κύριος του̃ ποιη̃σαι ὥστε ἐξιλάσασθαι περὶ ὑμω̃ν
35 καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα φυλάξεσθε τὰ φυλάγματα κυρίου ἵνα μὴ ἀποθάνητε οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός
36 καὶ ἐποίησεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ πάντας τοὺς λόγους οὓς συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 9

καὶ ἐγενήθη τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐκάλεσεν Μωυση̃ς Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὴν γερουσίαν Ισραηλ
καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων λαβὲ σεαυτω̨̃ μοσχάριον ἐκ βοω̃ν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα ἄμωμα καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου
καὶ τη̨̃ γερουσία̨ Ισραηλ λάλησον λέγων λάβετε χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν ἄμωμα
καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίω̨ ὅτι σήμερον κύριος ὀφθήσεται ἐν ὑμι̃ν
καὶ ἔλαβον καθὸ ἐνετείλατο Μωυση̃ς ἀπέναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ προση̃λθεν πα̃σα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου
καὶ εἰ̃πεν Μωυση̃ς του̃το τὸ ῥη̃μα ὃ εἰ̃πεν κύριος ποιήσατε καὶ ὀφθήσεται ἐν ὑμι̃ν δόξα κυρίου
καὶ εἰ̃πεν Μωυση̃ς τω̨̃ Ααρων πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τη̃ς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτου̃ καὶ του̃ οἴκου σου καὶ ποίησον τὰ δω̃ρα του̃ λαου̃ καὶ ἐξίλασαι περὶ αὐτω̃ν καθάπερ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
καὶ προση̃λθεν Ααρων πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τη̃ς ἁμαρτίας
καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἱ̃μα πρὸς αὐτόν καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἱ̃μα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου καὶ τὸ αἱ̃μα ἐξέχεεν ἐπὶ τὴν βάσιν του̃ θυσιαστηρίου
10 καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν του̃ ἥπατος του̃ περὶ τη̃ς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον ὃν τρόπον ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
11 καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τη̃ς παρεμβολη̃ς
12 καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἱ̃μα πρὸς αὐτόν καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλω̨
13 καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτω̨̃ κατὰ μέλη αὐτὰ καὶ τὴν κεφαλήν καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον
14 καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον
15 καὶ προσήνεγκαν τὸ δω̃ρον του̃ λαου̃ καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τη̃ς ἁμαρτίας του̃ λαου̃ καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρω̃τον
16 καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό ὡς καθήκει
17 καὶ προσήνεγκεν τὴν θυσίαν καὶ ἔπλησεν τὰς χει̃ρας ἀπ' αὐτη̃ς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς του̃ ὁλοκαυτώματος του̃ πρωινου̃
18 καὶ ἔσφαξεν τὸν μόσχον καὶ τὸν κριὸν τη̃ς θυσίας του̃ σωτηρίου τη̃ς του̃ λαου̃ καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἱ̃μα πρὸς αὐτόν καὶ προσέχεεν πρὸς τὸ θυσιαστήριον κύκλω̨
19 καὶ τὸ στέαρ τὸ ἀπὸ του̃ μόσχου καὶ του̃ κριου̃ τὴν ὀσφὴν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τη̃ς κοιλίας καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος
20 καὶ ἐπέθηκεν τὰ στέατα ἐπὶ τὰ στηθύνια καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον
21 καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφει̃λεν Ααρων ἀφαίρεμα ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
22 καὶ ἐξάρας Ααρων τὰς χει̃ρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς καὶ κατέβη ποιήσας τὸ περὶ τη̃ς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ του̃ σωτηρίου
23 καὶ εἰση̃λθεν Μωυση̃ς καὶ Ααρων εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν καὶ ὤφθη ἡ δόξα κυρίου παντὶ τω̨̃ λαω̨̃
24 καὶ ἐξη̃λθεν πυ̃ρ παρὰ κυρίου καὶ κατέφαγεν τὰ ἐπὶ του̃ θυσιαστηρίου τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα καὶ εἰ̃δεν πα̃ς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 10

καὶ λαβόντες οἱ δύο υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ ἕκαστος τὸ πυρει̃ον αὐτου̃ ἐπέθηκαν ἐπ' αὐτὸ πυ̃ρ καὶ ἐπέβαλον ἐπ' αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι κυρίου πυ̃ρ ἀλλότριον ὃ οὐ προσέταξεν κύριος αὐτοι̃ς
καὶ ἐξη̃λθεν πυ̃ρ παρὰ κυρίου καὶ κατέφαγεν αὐτούς καὶ ἀπέθανον ἔναντι κυρίου
καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων του̃τό ἐστιν ὃ εἰ̃πεν κύριος λέγων ἐν τοι̃ς ἐγγίζουσίν μοι ἁγιασθήσομαι καὶ ἐν πάση̨ τη̨̃ συναγωγη̨̃ δοξασθήσομαι καὶ κατενύχθη Ααρων
καὶ ἐκάλεσεν Μωυση̃ς τὸν Μισαδαι καὶ τὸν Ελισαφαν υἱοὺς Οζιηλ υἱοὺς του̃ ἀδελφου̃ του̃ πατρὸς Ααρων καὶ εἰ̃πεν αὐτοι̃ς προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμω̃ν ἐκ προσώπου τω̃ν ἁγίων ἔξω τη̃ς παρεμβολη̃ς
καὶ προση̃λθον καὶ ἠ̃ραν ἐν τοι̃ς χιτω̃σιν αὐτω̃ν ἔξω τη̃ς παρεμβολη̃ς ὃν τρόπον εἰ̃πεν Μωυση̃ς
καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων καὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς αὐτου̃ τοὺς καταλελειμμένους τὴν κεφαλὴν ὑμω̃ν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμω̃ν οὐ διαρρήξετε ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πα̃σαν τὴν συναγωγὴν ἔσται θυμός οἱ ἀδελφοὶ ὑμω̃ν πα̃ς ὁ οἰ̃κος Ισραηλ κλαύσονται τὸν ἐμπυρισμόν ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου
καὶ ἀπὸ τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἵνα μὴ ἀποθάνητε τὸ γὰρ ἔλαιον τη̃ς χρίσεως τὸ παρὰ κυρίου ἐφ' ὑμι̃ν καὶ ἐποίησαν κατὰ τὸ ῥη̃μα Μωυση̃
καὶ ἐλάλησεν κύριος τω̨̃ Ααρων λέγων
οἰ̃νον καὶ σικερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σου̃ ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἢ προσπορευομένων ὑμω̃ν πρὸς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν
10 διαστει̃λαι ἀνὰ μέσον τω̃ν ἁγίων καὶ τω̃ν βεβήλων καὶ ἀνὰ μέσον τω̃ν ἀκαθάρτων καὶ τω̃ν καθαρω̃ν
11 καὶ συμβιβάσεις τοὺς υἱοὺς Ισραηλ πάντα τὰ νόμιμα ἃ ἐλάλησεν κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυση̃
12 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων καὶ πρὸς Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλειφθέντας λάβετε τὴν θυσίαν τὴν καταλειφθει̃σαν ἀπὸ τω̃ν καρπωμάτων κυρίου καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον ἅγια ἁγίων ἐστίν
13 καὶ φάγεσθε αὐτὴν ἐν τόπω̨ ἁγίω̨ νόμιμον γάρ σοί ἐστιν καὶ νόμιμον τοι̃ς υἱοι̃ς σου του̃το ἀπὸ τω̃ν καρπωμάτων κυρίου οὕτω γὰρ ἐντέταλταί μοι
14 καὶ τὸ στηθύνιον του̃ ἀφορίσματος καὶ τὸν βραχίονα του̃ ἀφαιρέματος φάγεσθε ἐν τόπω̨ ἁγίω̨ σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἰ̃κός σου μετὰ σου̃ νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοι̃ς υἱοι̃ς σου ἐδόθη ἀπὸ τω̃ν θυσιω̃ν του̃ σωτηρίου τω̃ν υἱω̃ν Ισραηλ
15 τὸν βραχίονα του̃ ἀφαιρέματος καὶ τὸ στηθύνιον του̃ ἀφορίσματος ἐπὶ τω̃ν καρπωμάτων τω̃ν στεάτων προσοίσουσιν ἀφόρισμα ἀφορίσαι ἔναντι κυρίου καὶ ἔσται σοὶ καὶ τοι̃ς υἱοι̃ς σου καὶ ται̃ς θυγατράσιν σου μετὰ σου̃ νόμιμον αἰώνιον ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
16 καὶ τὸν χίμαρον τὸν περὶ τη̃ς ἁμαρτίας ζητω̃ν ἐξεζήτησεν Μωυση̃ς καὶ ὅδε ἐνεπεπύριστο καὶ ἐθυμώθη Μωυση̃ς ἐπὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλελειμμένους λέγων
17 διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τη̃ς ἁμαρτίας ἐν τόπω̨ ἁγίω̨ ὅτι γὰρ ἅγια ἁγίων ἐστίν του̃το ἔδωκεν ὑμι̃ν φαγει̃ν ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τη̃ς συναγωγη̃ς καὶ ἐξιλάσησθε περὶ αὐτω̃ν ἔναντι κυρίου
18 οὐ γὰρ εἰσήχθη του̃ αἵματος αὐτου̃ εἰς τὸ ἅγιον κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπω̨ ἁγίω̨ ὃν τρόπον μοι συνέταξεν κύριος
19 καὶ ἐλάλησεν Ααρων πρὸς Μωυση̃ν λέγων εἰ σήμερον προσαγειόχασιν τὰ περὶ τη̃ς ἁμαρτίας αὐτω̃ν καὶ τὰ ὁλοκαυτώματα αὐτω̃ν ἔναντι κυρίου καὶ συμβέβηκέν μοι ταυ̃τα καὶ φάγομαι τὰ περὶ τη̃ς ἁμαρτίας σήμερον μὴ ἀρεστὸν ἔσται κυρίω̨
20 καὶ ἤκουσεν Μωυση̃ς καὶ ἤρεσεν αὐτω̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.