Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 17,  στἰχοι 26-37

26 καὶ καθὼς ἐγένετο ἐν ται̃ς ἡμέραις Νω̃ε οὕτως ἔσται καὶ ἐν ται̃ς ἡμέραις του̃ υἱου̃ του̃ ἀνθρώπου
27 ἤσθιον ἔπινον ἐγάμουν ἐγαμίζοντο ἄχρι ἡ̃ς ἡμέρας εἰση̃λθεν Νω̃ε εἰς τὴν κιβωτόν καὶ ἠ̃λθεν ὁ κατακλυσμòς καὶ ἀπώλεσεν πάντας
28 ὁμοίως καθὼς ἐγένετο ἐν ται̃ς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ὠ̨κοδόμουν
29 ἡ̨̃ δὲ ἡμέρα̨ ἐξη̃λθεν Λὼτ ἀπò Σοδόμων ἔβρεξεν πυ̃ρ καὶ θει̃ον ἀπ' οὐρανου̃ καὶ ἀπώλεσεν πάντας
30 κατὰ τὰ αὐτὰ ἔσται ἡ̨̃ ἡμέρα̨ ὁ υἱòς του̃ ἀνθρώπου ἀποκαλύπτεται
31 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὃς ἔσται ἐπὶ του̃ δώματος καὶ τὰ σκεύη αὐτου̃ ἐν τη̨̃ οἰκία̨ μὴ καταβάτω ἀ̃ραι αὐτά καὶ ὁ ἐν ἀγρω̨̃ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω
32 μνημονεύετε τη̃ς γυναικòς Λώτ
33 ὃς ἐὰν ζητήση̨ τὴν ψυχὴν αὐτου̃ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ ζω̨ογονήσει αὐτήν
34 λέγω ὑμι̃ν ταύτη̨ τη̨̃ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μια̃ς ὁ εἱ̃ς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται
35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τò αὐτό ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται
36 ...
37 καὶ ἀποκριθέντες λέγουσιν αὐτω̨̃ που̃ κύριε ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ὅπου τò σω̃μα ἐκει̃ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.