Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 18,  στἰχοι 31-43

31 παραλαβὼν δὲ τοὺς δώδεκα εἰ̃πεν πρòς αὐτούς ἰδοὺ ἀναβαίνομεν εἰς ’Ιερουσαλήμ καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τω̃ν προφητω̃ν τω̨̃ υἱω̨̃ του̃ ἀνθρώπου
32 παραδοθήσεται γὰρ τοι̃ς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται
33 καὶ μαστιγώσαντες ἀποκτενου̃σιν αὐτόν καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἀναστήσεται
34 καὶ αὐτοὶ οὐδὲν τούτων συνη̃καν καὶ ἠ̃ν τò ῥη̃μα του̃το κεκρυμμένον ἀπ' αὐτω̃ν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα
35 ἐγένετο δὲ ἐν τω̨̃ ἐγγίζειν αὐτòν εἰς ’Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδòν ἐπαιτω̃ν
36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη του̃το
37 ἀπήγγειλαν δὲ αὐτω̨̃ ὅτι ’Ιησου̃ς ὁ Ναζωραι̃ος παρέρχεται
38 καὶ ἐβόησεν λέγων ’Ιησου̃ υἱὲ Δαυίδ ἐλέησόν με
39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτω̨̃ ἵνα σιγήση̨ αὐτòς δὲ πολλω̨̃ μα̃λλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με
40 σταθεὶς δὲ ὁ ’Ιησου̃ς ἐκέλευσεν αὐτòν ἀχθη̃ναι πρòς αὐτόν ἐγγίσαντος δὲ αὐτου̃ ἐπηρώτησεν αὐτόν
41 τί σοι θέλεις ποιήσω ὁ δὲ εἰ̃πεν κύριε ἵνα ἀναβλέψω
42 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἀνάβλεψον ἡ πίστις σου σέσωκέν σε
43 καὶ παραχρη̃μα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτω̨̃ δοξάζων τòν θεόν καὶ πα̃ς ὁ λαòς ἰδὼν ἔδωκεν αἰ̃νον τω̨̃ θεω̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.