1 καὶ εἰσελθὼν διήρχετο τὴν ’Ιεριχώ |
2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαι̃ος καὶ αὐτòς ἠ̃ν ἀρχιτελώνης καὶ αὐτòς πλούσιος |
3 καὶ ἐζήτει ἰδει̃ν τòν ’Ιησου̃ν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπò του̃ ὄχλου ὅτι τη̨̃ ἡλικία̨ μικρòς ἠ̃ν |
4 καὶ προδραμὼν εἰς τò ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδη̨ αὐτόν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι |
5 καὶ ὡς ἠ̃λθεν ἐπὶ τòν τόπον ἀναβλέψας ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτόν Ζακχαι̃ε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τω̨̃ οἴκω̨ σου δει̃ με μει̃ναι |
6 καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτòν χαίρων |
7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλω̨̃ ἀνδρὶ εἰση̃λθεν καταλυ̃σαι |
8 σταθεὶς δὲ Ζακχαι̃ος εἰ̃πεν πρòς τòν κύριον ἰδοὺ τὰ ἡμίσιά μου τω̃ν ὑπαρχόντων κύριε τοι̃ς πτωχοι̃ς δίδωμι καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλου̃ν |
9 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ’Ιησου̃ς ὅτι σήμερον σωτηρία τω̨̃ οἴκω̨ τούτω̨ ἐγένετο καθότι καὶ αὐτòς υἱòς ’Αβραάμ ἐστιν |
10 ἠ̃λθεν γὰρ ὁ υἱòς του̃ ἀνθρώπου ζητη̃σαι καὶ σω̃σαι τò ἀπολωλός |
11 ἀκουόντων δὲ αὐτω̃ν ταυ̃τα προσθεὶς εἰ̃πεν παραβολὴν διὰ τò ἐγγὺς εἰ̃ναι ’Ιερουσαλὴμ αὐτòν καὶ δοκει̃ν αὐτοὺς ὅτι παραχρη̃μα μέλλει ἡ βασιλεία του̃ θεου̃ ἀναφαίνεσθαι |
12 εἰ̃πεν οὐ̃ν ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβει̃ν ἑαυτω̨̃ βασιλείαν καὶ ὑποστρέψαι |
13 καλέσας δὲ δέκα δούλους ἑαυτου̃ ἔδωκεν αὐτοι̃ς δέκα μνα̃ς καὶ εἰ̃πεν πρòς αὐτούς πραγματεύσασθε ἐν ὡ̨̃ ἔρχομαι |
14 οἱ δὲ πολι̃ται αὐτου̃ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτου̃ λέγοντες οὐ θέλομεν του̃τον βασιλευ̃σαι ἐφ' ἡμα̃ς |
15 καὶ ἐγένετο ἐν τω̨̃ ἐπανελθει̃ν αὐτòν λαβόντα τὴν βασιλείαν καὶ εἰ̃πεν φωνηθη̃ναι αὐτω̨̃ τοὺς δούλους τούτους οἱ̃ς δεδώκει τò ἀργύριον ἵνα γνοι̃ τί διεπραγματεύσαντο |
16 παρεγένετο δὲ ὁ πρω̃τος λέγων κύριε ἡ μνα̃ σου δέκα προσηργάσατο μνα̃ς |
17 καὶ εἰ̃πεν αὐτω̨̃ εὐ̃γε ἀγαθὲ δου̃λε ὅτι ἐν ἐλαχίστω̨ πιστòς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων |
18 καὶ ἠ̃λθεν ὁ δεύτερος λέγων ἡ μνα̃ σου κύριε ἐποίησεν πέντε μνα̃ς |
19 εἰ̃πεν δὲ καὶ τούτω̨ καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων |
20 καὶ ὁ ἕτερος ἠ̃λθεν λέγων κύριε ἰδοὺ ἡ μνα̃ σου ἣν εἰ̃χον ἀποκειμένην ἐν σουδαρίω̨ |
21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρòς εἰ̃ αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας |
22 λέγει αὐτω̨̃ ἐκ του̃ στόματός σου κρίνω σε πονηρὲ δου̃λε ἤ̨δεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα |
23 καὶ διὰ τί οὐκ ἔδωκάς μου τò ἀργύριον ἐπὶ τράπεζαν κἀγὼ ἐλθὼν σὺν τόκω̨ ἂν αὐτò ἔπραξα |
24 καὶ τοι̃ς παρεστω̃σιν εἰ̃πεν ἄρατε ἀπ' αὐτου̃ τὴν μνα̃ν καὶ δότε τω̨̃ τὰς δέκα μνα̃ς ἔχοντι |
25 καὶ εἰ̃παν αὐτω̨̃ κύριε ἔχει δέκα μνα̃ς |
26 λέγω ὑμι̃ν ὅτι παντὶ τω̨̃ ἔχοντι δοθήσεται ἀπò δὲ του̃ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται |
27 πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλευ̃σαι ἐπ' αὐτοὺς ἀγάγετε ὡ̃δε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου |
28 καὶ εἰπὼν ταυ̃τα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς ‘Ιεροσόλυμα |