ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 1,
στἰχοι 27-38
27 πρòς παρθένον ἐμνηστευμένην ἀνδρὶ ὡ̨̃ ὄνομα ’Ιωσὴφ ἐξ οἴκου Δαυίδ καὶ τò ὄνομα τη̃ς παρθένου Μαριάμ |
28 καὶ εἰσελθὼν πρòς αὐτὴν εἰ̃πεν χαι̃ρε κεχαριτωμένη ὁ κύριος μετὰ σου̃ |
29 ἡ δὲ ἐπὶ τω̨̃ λόγω̨ διεταράχθη καὶ διελογίζετο ποταπòς εἴη ὁ ἀσπασμòς οὑ̃τος |
30 καὶ εἰ̃πεν ὁ ἄγγελος αὐτη̨̃ μὴ φοβου̃ Μαριάμ εὑ̃ρες γὰρ χάριν παρὰ τω̨̃ θεω̨̃ |
31 καὶ ἰδοὺ συλλήμψη̨ ἐν γαστρὶ καὶ τέξη̨ υἱόν καὶ καλέσεις τò ὄνομα αὐτου̃ ’Ιησου̃ν |
32 οὑ̃τος ἔσται μέγας καὶ υἱòς ὑψίστου κληθήσεται καὶ δώσει αὐτω̨̃ κύριος ὁ θεòς τòν θρόνον Δαυὶδ του̃ πατρòς αὐτου̃ |
33 καὶ βασιλεύσει ἐπὶ τòν οἰ̃κον ’Ιακὼβ εἰς τοὺς αἰω̃νας καὶ τη̃ς βασιλείας αὐτου̃ οὐκ ἔσται τέλος |
34 εἰ̃πεν δὲ Μαριὰμ πρòς τòν ἄγγελον πω̃ς ἔσται του̃το ἐπεὶ ἄνδρα οὐ γινώσκω |
35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἰ̃πεν αὐτη̨̃ πνευ̃μα ἅγιον ἐπελεύσεται ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι διò καὶ τò γεννώμενον ἅγιον κληθήσεται υἱòς θεου̃ |
36 καὶ ἰδοὺ ’Ελισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱòν ἐν γήρει αὐτη̃ς καὶ οὑ̃τος μὴν ἕκτος ἐστὶν αὐτη̨̃ τη̨̃ καλουμένη̨ στείρα̨ |
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ του̃ θεου̃ πα̃ν ῥη̃μα |
38 εἰ̃πεν δὲ Μαριάμ ἰδοὺ ἡ δούλη κυρίου γένοιτό μοι κατὰ τò ῥη̃μά σου καὶ ἀπη̃λθεν ἀπ' αὐτη̃ς ὁ ἄγγελος |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.