Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 1,  στἰχοι 5-80

5 ἐγένετο ἐν ται̃ς ἡμέραις ‘Ηρώ̨δου βασιλέως τη̃ς ’Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ’Αβιά καὶ γυνὴ αὐτω̨̃ ἐκ τω̃ν θυγατέρων ’Ααρών καὶ τò ὄνομα αὐτη̃ς ’Ελισάβετ
6 ἠ̃σαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον του̃ θεου̃ πορευόμενοι ἐν πάσαις ται̃ς ἐντολαι̃ς καὶ δικαιώμασιν του̃ κυρίου ἄμεμπτοι
7 καὶ οὐκ ἠ̃ν αὐτοι̃ς τέκνον καθότι ἠ̃ν ἡ ’Ελισάβετ στει̃ρα καὶ ἀμφότεροι προβεβηκότες ἐν ται̃ς ἡμέραις αὐτω̃ν ἠ̃σαν
8 ἐγένετο δὲ ἐν τω̨̃ ἱερατεύειν αὐτòν ἐν τη̨̃ τάξει τη̃ς ἐφημερίας αὐτου̃ ἔναντι του̃ θεου̃
9 κατὰ τò ἔθος τη̃ς ἱερατείας ἔλαχε του̃ θυμια̃σαι εἰσελθὼν εἰς τòν ναòν του̃ κυρίου
10 καὶ πα̃ν τò πλη̃θος ἠ̃ν του̃ λαου̃ προσευχόμενον ἔξω τη̨̃ ὥρα̨ του̃ θυμιάματος
11 ὤφθη δὲ αὐτω̨̃ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιω̃ν του̃ θυσιαστηρίου του̃ θυμιάματος
12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν
13 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ἄγγελος μὴ φοβου̃ Ζαχαρία διότι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου ’Ελισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τò ὄνομα αὐτου̃ ’Ιωάννην
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπὶ τη̨̃ γενέσει αὐτου̃ χαρήσονται
15 ἔσται γὰρ μέγας ἐνώπιον του̃ κυρίου καὶ οἰ̃νον καὶ σίκερα οὐ μὴ πίη̨ καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρòς αὐτου̃
16 καὶ πολλοὺς τω̃ν υἱω̃ν ’Ισραὴλ ἐπιστρέψει ἐπὶ κύριον τòν θεòν αὐτω̃ν
17 καὶ αὐτòς προελεύσεται ἐνώπιον αὐτου̃ ἐν πνεύματι καὶ δυνάμει ’Ηλίου ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθει̃ς ἐν φρονήσει δικαίων ἑτοιμάσαι κυρίω̨ λαòν κατεσκευασμένον
18 καὶ εἰ̃πεν Ζαχαρίας πρòς τòν ἄγγελον κατὰ τί γνώσομαι του̃το ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυι̃α ἐν ται̃ς ἡμέραις αὐτη̃ς
19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον του̃ θεου̃ καὶ ἀπεστάλην λαλη̃σαι πρòς σὲ καὶ εὐαγγελίσασθαί σοι ταυ̃τα
20 καὶ ἰδοὺ ἔση̨ σιωπω̃ν καὶ μὴ δυνάμενος λαλη̃σαι ἄχρι ἡ̃ς ἡμέρας γένηται ταυ̃τα ἀνθ' ὡ̃ν οὐκ ἐπίστευσας τοι̃ς λόγοις μου οἵτινες πληρωθήσονται εἰς τòν καιρòν αὐτω̃ν
21 καὶ ἠ̃ν ὁ λαòς προσδοκω̃ν τòν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τω̨̃ χρονίζειν ἐν τω̨̃ ναω̨̃ αὐτόν
22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλη̃σαι αὐτοι̃ς καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τω̨̃ ναω̨̃ καὶ αὐτòς ἠ̃ν διανεύων αὐτοι̃ς καὶ διέμενεν κωφός
23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τη̃ς λειτουργίας αὐτου̃ ἀπη̃λθεν εἰς τòν οἰ̃κον αὐτου̃
24 μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ’Ελισάβετ ἡ γυνὴ αὐτου̃ καὶ περιέκρυβεν ἑαυτὴν μη̃νας πέντε λέγουσα
25 ὅτι οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἱ̃ς ἐπει̃δεν ἀφελει̃ν ὄνειδός μου ἐν ἀνθρώποις
26 ἐν δὲ τω̨̃ μηνὶ τω̨̃ ἕκτω̨ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπò του̃ θεου̃ εἰς πόλιν τη̃ς Γαλιλαίας ἡ̨̃ ὄνομα Ναζαρὲθ
27 πρòς παρθένον ἐμνηστευμένην ἀνδρὶ ὡ̨̃ ὄνομα ’Ιωσὴφ ἐξ οἴκου Δαυίδ καὶ τò ὄνομα τη̃ς παρθένου Μαριάμ
28 καὶ εἰσελθὼν πρòς αὐτὴν εἰ̃πεν χαι̃ρε κεχαριτωμένη ὁ κύριος μετὰ σου̃
29 ἡ δὲ ἐπὶ τω̨̃ λόγω̨ διεταράχθη καὶ διελογίζετο ποταπòς εἴη ὁ ἀσπασμòς οὑ̃τος
30 καὶ εἰ̃πεν ὁ ἄγγελος αὐτη̨̃ μὴ φοβου̃ Μαριάμ εὑ̃ρες γὰρ χάριν παρὰ τω̨̃ θεω̨̃
31 καὶ ἰδοὺ συλλήμψη̨ ἐν γαστρὶ καὶ τέξη̨ υἱόν καὶ καλέσεις τò ὄνομα αὐτου̃ ’Ιησου̃ν
32 οὑ̃τος ἔσται μέγας καὶ υἱòς ὑψίστου κληθήσεται καὶ δώσει αὐτω̨̃ κύριος ὁ θεòς τòν θρόνον Δαυὶδ του̃ πατρòς αὐτου̃
33 καὶ βασιλεύσει ἐπὶ τòν οἰ̃κον ’Ιακὼβ εἰς τοὺς αἰω̃νας καὶ τη̃ς βασιλείας αὐτου̃ οὐκ ἔσται τέλος
34 εἰ̃πεν δὲ Μαριὰμ πρòς τòν ἄγγελον πω̃ς ἔσται του̃το ἐπεὶ ἄνδρα οὐ γινώσκω
35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἰ̃πεν αὐτη̨̃ πνευ̃μα ἅγιον ἐπελεύσεται ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι διò καὶ τò γεννώμενον ἅγιον κληθήσεται υἱòς θεου̃
36 καὶ ἰδοὺ ’Ελισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱòν ἐν γήρει αὐτη̃ς καὶ οὑ̃τος μὴν ἕκτος ἐστὶν αὐτη̨̃ τη̨̃ καλουμένη̨ στείρα̨
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ του̃ θεου̃ πα̃ν ῥη̃μα
38 εἰ̃πεν δὲ Μαριάμ ἰδοὺ ἡ δούλη κυρίου γένοιτό μοι κατὰ τò ῥη̃μά σου καὶ ἀπη̃λθεν ἀπ' αὐτη̃ς ὁ ἄγγελος
39 ἀναστα̃σα δὲ Μαριὰμ ἐν ται̃ς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδη̃ς εἰς πόλιν ’Ιούδα
40 καὶ εἰση̃λθεν εἰς τòν οἰ̃κον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ’Ελισάβετ
41 καὶ ἐγένετο ὡς ἤκουσεν τòν ἀσπασμòν τη̃ς Μαρίας ἡ ’Ελισάβετ ἐσκίρτησεν τò βρέφος ἐν τη̨̃ κοιλία̨ αὐτη̃ς καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ ’Ελισάβετ
42 καὶ ἀνεφώνησεν κραυγη̨̃ μεγάλη̨ καὶ εἰ̃πεν εὐλογημένη σὺ ἐν γυναιξίν καὶ εὐλογημένος ὁ καρπòς τη̃ς κοιλίας σου
43 καὶ πόθεν μοι του̃το ἵνα ἔλθη̨ ἡ μήτηρ του̃ κυρίου μου πρòς ἐμέ
44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ του̃ ἀσπασμου̃ σου εἰς τὰ ὠ̃τά μου ἐσκίρτησεν ἐν ἀγαλλιάσει τò βρέφος ἐν τη̨̃ κοιλία̨ μου
45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοι̃ς λελαλημένοις αὐτη̨̃ παρὰ κυρίου
46 καὶ εἰ̃πεν Μαριάμ
47 μεγαλύνει ἡ ψυχή μου τòν κύριον καὶ ἠγαλλίασεν τò πνευ̃μά μου ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρί μου
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τη̃ς δούλης αὐτου̃ ἰδοὺ γὰρ ἀπò του̃ νυ̃ν μακαριου̃σίν με πα̃σαι αἱ γενεαί
49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός καὶ ἅγιον τò ὄνομα αὐτου̃
50 καὶ τò ἔλεος αὐτου̃ εἰς γενεὰς καὶ γενεὰς τοι̃ς φοβουμένοις αὐτόν
51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτου̃ διεσκόρπισεν ὑπερηφάνους διανοία̨ καρδίας αὐτω̃ν
52 καθει̃λεν δυνάστας ἀπò θρόνων καὶ ὕψωσεν ταπεινούς
53 πεινω̃ντας ἐνέπλησεν ἀγαθω̃ν καὶ πλουτου̃ντας ἐξαπέστειλεν κενούς
54 ἀντελάβετο ’Ισραὴλ παιδòς αὐτου̃ μνησθη̃ναι ἐλέους
55 καθὼς ἐλάλησεν πρòς τοὺς πατέρας ἡμω̃ν τω̨̃ ’Αβραὰμ καὶ τω̨̃ σπέρματι αὐτου̃ εἰς τòν αἰω̃να
56 ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτη̨̃ ὡς μη̃νας τρει̃ς καὶ ὑπέστρεψεν εἰς τòν οἰ̃κον αὐτη̃ς
57 τη̨̃ δὲ ’Ελισάβετ ἐπλήσθη ὁ χρόνος του̃ τεκει̃ν αὐτήν καὶ ἐγέννησεν υἱόν
58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενει̃ς αὐτη̃ς ὅτι ἐμεγάλυνεν κύριος τò ἔλεος αὐτου̃ μετ' αὐτη̃ς καὶ συνέχαιρον αὐτη̨̃
59 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἠ̃λθον περιτεμει̃ν τò παιδίον καὶ ἐκάλουν αὐτò ἐπὶ τω̨̃ ὀνόματι του̃ πατρòς αὐτου̃ Ζαχαρίαν
60 καὶ ἀποκριθει̃σα ἡ μήτηρ αὐτου̃ εἰ̃πεν οὐχί ἀλλὰ κληθήσεται ’Ιωάννης
61 καὶ εἰ̃παν πρòς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐκ τη̃ς συγγενείας σου ὃς καλει̃ται τω̨̃ ὀνόματι τούτω̨
62 ἐνένευον δὲ τω̨̃ πατρὶ αὐτου̃ τò τί ἂν θέλοι καλει̃σθαι αὐτό
63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων ’Ιωάννης ἐστὶν ὄνομα αὐτου̃ καὶ ἐθαύμασαν πάντες
64 ἀνεώ̨χθη δὲ τò στόμα αὐτου̃ παραχρη̃μα καὶ ἡ γλω̃σσα αὐτου̃ καὶ ἐλάλει εὐλογω̃ν τòν θεόν
65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικου̃ντας αὐτούς καὶ ἐν ὅλη̨ τη̨̃ ὀρεινη̨̃ τη̃ς ’Ιουδαίας διελαλει̃το πάντα τὰ ῥήματα ταυ̃τα
66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τη̨̃ καρδία̨ αὐτω̃ν λέγοντες τί ἄρα τò παιδίον του̃το ἔσται καὶ γὰρ χεὶρ κυρίου ἠ̃ν μετ' αὐτου̃
67 καὶ Ζαχαρίας ὁ πατὴρ αὐτου̃ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων
68 εὐλογητòς κύριος ὁ θεòς του̃ ’Ισραήλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τω̨̃ λαω̨̃ αὐτου̃
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμι̃ν ἐν οἴκω̨ Δαυὶδ παιδòς αὐτου̃
70 καθὼς ἐλάλησεν διὰ στόματος τω̃ν ἁγίων ἀπ' αἰω̃νος προφητω̃ν αὐτου̃
71 σωτηρίαν ἐξ ἐχθρω̃ν ἡμω̃ν καὶ ἐκ χειρòς πάντων τω̃ν μισούντων ἡμα̃ς
72 ποιη̃σαι ἔλεος μετὰ τω̃ν πατέρων ἡμω̃ν καὶ μνησθη̃ναι διαθήκης ἁγίας αὐτου̃
73 ὅρκον ὃν ὤμοσεν πρòς ’Αβραὰμ τòν πατέρα ἡμω̃ν του̃ δου̃ναι ἡμι̃ν
74 ἀφόβως ἐκ χειρòς ἐχθρω̃ν ῥυσθέντας λατρεύειν αὐτω̨̃
75 ἐν ὁσιότητι καὶ δικαιοσύνη̨ ἐνώπιον αὐτου̃ πάσαις ται̃ς ἡμέραις ἡμω̃ν
76 καὶ σὺ δέ παιδίον προφήτης ὑψίστου κληθήση̨ προπορεύση̨ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτου̃
77 του̃ δου̃ναι γνω̃σιν σωτηρίας τω̨̃ λαω̨̃ αὐτου̃ ἐν ἀφέσει ἁμαρτιω̃ν αὐτω̃ν
78 διὰ σπλάγχνα ἐλέους θεου̃ ἡμω̃ν ἐν οἱ̃ς ἐπισκέψεται ἡμα̃ς ἀνατολὴ ἐξ ὕψους
79 ἐπιφα̃ναι τοι̃ς ἐν σκότει καὶ σκια̨̃ θανάτου καθημένοις του̃ κατευθυ̃ναι τοὺς πόδας ἡμω̃ν εἰς ὁδòν εἰρήνης
80 τò δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιου̃το πνεύματι καὶ ἠ̃ν ἐν ται̃ς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτου̃ πρòς τòν ’Ισραήλ

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 2

1 ἐγένετο δὲ ἐν ται̃ς ἡμέραις ἐκείναις ἐξη̃λθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πα̃σαν τὴν οἰκουμένην
2 αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τη̃ς Συρίας Κυρηνίου
3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι ἕκαστος εἰς τὴν ἑαυτου̃ πόλιν
4 ἀνέβη δὲ καὶ ’Ιωσὴφ ἀπò τη̃ς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν ’Ιουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλει̃ται Βηθλέεμ διὰ τò εἰ̃ναι αὐτòν ἐξ οἴκου καὶ πατρια̃ς Δαυίδ
5 ἀπογράψασθαι σὺν Μαριὰμ τη̨̃ ἐμνηστευμένη̨ αὐτω̨̃ οὔση̨ ἐγκύω̨
6 ἐγένετο δὲ ἐν τω̨̃ εἰ̃ναι αὐτοὺς ἐκει̃ ἐπλήσθησαν αἱ ἡμέραι του̃ τεκει̃ν αὐτήν
7 καὶ ἔτεκεν τòν υἱòν αὐτη̃ς τòν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτòν καὶ ἀνέκλινεν αὐτòν ἐν φάτνη̨ διότι οὐκ ἠ̃ν αὐτοι̃ς τόπος ἐν τω̨̃ καταλύματι
8 καὶ ποιμένες ἠ̃σαν ἐν τη̨̃ χώρα̨ τη̨̃ αὐτη̨̃ ἀγραυλου̃ντες καὶ φυλάσσοντες φυλακὰς τη̃ς νυκτòς ἐπὶ τὴν ποίμνην αὐτω̃ν
9 καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοι̃ς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς καὶ ἐφοβήθησαν φόβον μέγαν
10 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ἄγγελος μὴ φοβει̃σθε ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμι̃ν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τω̨̃ λαω̨̃
11 ὅτι ἐτέχθη ὑμι̃ν σήμερον σωτὴρ ὅς ἐστιν Χριστòς κύριος ἐν πόλει Δαυίδ
12 καὶ του̃το ὑμι̃ν τò σημει̃ον εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνη̨
13 καὶ ἐξαίφνης ἐγένετο σὺν τω̨̃ ἀγγέλω̨ πλη̃θος στρατια̃ς οὐρανίου αἰνούντων τòν θεòν καὶ λεγόντων
14 δόξα ἐν ὑψίστοις θεω̨̃ καὶ ἐπὶ γη̃ς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας
15 καὶ ἐγένετο ὡς ἀπη̃λθον ἀπ' αὐτω̃ν εἰς τòν οὐρανòν οἱ ἄγγελοι οἱ ποιμένες ἐλάλουν πρòς ἀλλήλους διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τò ῥη̃μα του̃το τò γεγονòς ὃ ὁ κύριος ἐγνώρισεν ἡμι̃ν
16 καὶ ἠ̃λθαν σπεύσαντες καὶ ἀνευ̃ραν τήν τε Μαριὰμ καὶ τòν ’Ιωσὴφ καὶ τò βρέφος κείμενον ἐν τη̨̃ φάτνη̨
17 ἰδόντες δὲ ἐγνώρισαν περὶ του̃ ῥήματος του̃ λαληθέντος αὐτοι̃ς περὶ του̃ παιδίου τούτου
18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τω̃ν λαληθέντων ὑπò τω̃ν ποιμένων πρòς αὐτούς
19 ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταυ̃τα συμβάλλουσα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς
20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνου̃ντες τòν θεòν ἐπὶ πα̃σιν οἱ̃ς ἤκουσαν καὶ εἰ̃δον καθὼς ἐλαλήθη πρòς αὐτούς
21 καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ του̃ περιτεμει̃ν αὐτόν καὶ ἐκλήθη τò ὄνομα αὐτου̃ ’Ιησου̃ς τò κληθὲν ὑπò του̃ ἀγγέλου πρò του̃ συλλημφθη̃ναι αὐτòν ἐν τη̨̃ κοιλία̨
22 καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι του̃ καθαρισμου̃ αὐτω̃ν κατὰ τòν νόμον Μωϋσέως ἀνήγαγον αὐτòν εἰς ‘Ιεροσόλυμα παραστη̃σαι τω̨̃ κυρίω̨
23 καθὼς γέγραπται ἐν νόμω̨ κυρίου ὅτι πα̃ν ἄρσεν διανοι̃γον μήτραν ἅγιον τω̨̃ κυρίω̨ κληθήσεται
24 καὶ του̃ δου̃ναι θυσίαν κατὰ τò εἰρημένον ἐν τω̨̃ νόμω̨ κυρίου ζευ̃γος τρυγόνων ἢ δύο νοσσοὺς περιστερω̃ν
25 καὶ ἰδοὺ ἄνθρωπος ἠ̃ν ἐν ’Ιερουσαλὴμ ὡ̨̃ ὄνομα Συμεών καὶ ὁ ἄνθρωπος οὑ̃τος δίκαιος καὶ εὐλαβής προσδεχόμενος παράκλησιν του̃ ’Ισραήλ καὶ πνευ̃μα ἠ̃ν ἅγιον ἐπ' αὐτόν
26 καὶ ἠ̃ν αὐτω̨̃ κεχρηματισμένον ὑπò του̃ πνεύματος του̃ ἁγίου μὴ ἰδει̃ν θάνατον πρὶν ἢ ἂν ἴδη̨ τòν Χριστòν κυρίου
27 καὶ ἠ̃λθεν ἐν τω̨̃ πνεύματι εἰς τò ἱερόν καὶ ἐν τω̨̃ εἰσαγαγει̃ν τοὺς γονει̃ς τò παιδίον ’Ιησου̃ν του̃ ποιη̃σαι αὐτοὺς κατὰ τò εἰθισμένον του̃ νόμου περὶ αὐτου̃
28 καὶ αὐτòς ἐδέξατο αὐτò εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τòν θεòν καὶ εἰ̃πεν
29 νυ̃ν ἀπολύεις τòν δου̃λόν σου δέσποτα κατὰ τò ῥη̃μά σου ἐν εἰρήνη̨
30 ὅτι εἰ̃δον οἱ ὀφθαλμοί μου τò σωτήριόν σου
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τω̃ν λαω̃ν
32 φω̃ς εἰς ἀποκάλυψιν ἐθνω̃ν καὶ δόξαν λαου̃ σου ’Ισραήλ
33 καὶ ἠ̃ν ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοι̃ς λαλουμένοις περὶ αὐτου̃
34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἰ̃πεν πρòς Μαριὰμ τὴν μητέρα αὐτου̃ ἰδοὺ οὑ̃τος κει̃ται εἰς πτω̃σιν καὶ ἀνάστασιν πολλω̃ν ἐν τω̨̃ ’Ισραὴλ καὶ εἰς σημει̃ον ἀντιλεγόμενον
35 καὶ σου̃ δὲ αὐτη̃ς τὴν ψυχὴν διελεύσεται ῥομφαία ὅπως ἂν ἀποκαλυφθω̃σιν ἐκ πολλω̃ν καρδιω̃ν διαλογισμοί
36 καὶ ἠ̃ν ‘Άννα προφη̃τις θυγάτηρ Φανουήλ ἐκ φυλη̃ς ’Ασήρ αὕτη προβεβηκυι̃α ἐν ἡμέραις πολλαι̃ς ζήσασα μετὰ ἀνδρòς ἔτη ἑπτὰ ἀπò τη̃ς παρθενίας αὐτη̃ς
37 καὶ αὐτὴ χήρα ἕως ἐτω̃ν ὀγδοήκοντα τεσσάρων ἣ οὐκ ἀφίστατο του̃ ἱερου̃ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν
38 καὶ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐπιστα̃σα ἀνθωμολογει̃το τω̨̃ θεω̨̃ καὶ ἐλάλει περὶ αὐτου̃ πα̃σιν τοι̃ς προσδεχομένοις λύτρωσιν ’Ιερουσαλήμ
39 καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τòν νόμον κυρίου ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτω̃ν Ναζαρέθ
40 τò δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιου̃το πληρούμενον σοφία̨ καὶ χάρις θεου̃ ἠ̃ν ἐπ' αὐτό
41 καὶ ἐπορεύοντο οἱ γονει̃ς αὐτου̃ κατ' ἔτος εἰς ’Ιερουσαλὴμ τη̨̃ ἑορτη̨̃ του̃ πάσχα
42 καὶ ὅτε ἐγένετο ἐτω̃ν δώδεκα ἀναβαινόντων αὐτω̃ν κατὰ τò ἔθος τη̃ς ἑορτη̃ς
43 καὶ τελειωσάντων τὰς ἡμέρας ἐν τω̨̃ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ’Ιησου̃ς ὁ παι̃ς ἐν ’Ιερουσαλήμ καὶ οὐκ ἔγνωσαν οἱ γονει̃ς αὐτου̃
44 νομίσαντες δὲ αὐτòν εἰ̃ναι ἐν τη̨̃ συνοδία̨ ἠ̃λθον ἡμέρας ὁδòν καὶ ἀνεζήτουν αὐτòν ἐν τοι̃ς συγγενευ̃σιν καὶ τοι̃ς γνωστοι̃ς
45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ ἀναζητου̃ντες αὐτόν
46 καὶ ἐγένετο μετὰ ἡμέρας τρει̃ς εὑ̃ρον αὐτòν ἐν τω̨̃ ἱερω̨̃ καθεζόμενον ἐν μέσω̨ τω̃ν διδασκάλων καὶ ἀκούοντα αὐτω̃ν καὶ ἐπερωτω̃ντα αὐτούς
47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτου̃ ἐπὶ τη̨̃ συνέσει καὶ ται̃ς ἀποκρίσεσιν αὐτου̃
48 καὶ ἰδόντες αὐτòν ἐξεπλάγησαν καὶ εἰ̃πεν πρòς αὐτòν ἡ μήτηρ αὐτου̃ τέκνον τί ἐποίησας ἡμι̃ν οὕτως ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητου̃μέν σε
49 καὶ εἰ̃πεν πρòς αὐτούς τί ὅτι ἐζητει̃τέ με οὐκ ἤ̨δειτε ὅτι ἐν τοι̃ς του̃ πατρός μου δει̃ εἰ̃ναί με
50 καὶ αὐτοὶ οὐ συνη̃καν τò ῥη̃μα ὃ ἐλάλησεν αὐτοι̃ς
51 καὶ κατέβη μετ' αὐτω̃ν καὶ ἠ̃λθεν εἰς Ναζαρέθ καὶ ἠ̃ν ὑποτασσόμενος αὐτοι̃ς καὶ ἡ μήτηρ αὐτου̃ διετήρει πάντα τὰ ῥήματα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς
52 καὶ ’Ιησου̃ς προέκοπτεν ἐν τη̨̃ σοφία̨ καὶ ἡλικία̨ καὶ χάριτι παρὰ θεω̨̃ καὶ ἀνθρώποις
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.