ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 5,
στἰχοι 1-11
1 ἐγένετο δὲ ἐν τω̨̃ τòν ὄχλον ἐπικει̃σθαι αὐτω̨̃ καὶ ἀκούειν τòν λόγον του̃ θεου̃ καὶ αὐτòς ἠ̃ν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ |
2 καὶ εἰ̃δεν δύο πλοι̃α ἑστω̃τα παρὰ τὴν λίμνην οἱ δὲ ἁλιει̃ς ἀπ' αὐτω̃ν ἀποβάντες ἔπλυνον τὰ δίκτυα |
3 ἐμβὰς δὲ εἰς ἓν τω̃ν πλοίων ὃ ἠ̃ν Σίμωνος ἠρώτησεν αὐτòν ἀπò τη̃ς γη̃ς ἐπαναγαγει̃ν ὀλίγον καθίσας δὲ ἐκ του̃ πλοίου ἐδίδασκεν τοὺς ὄχλους |
4 ὡς δὲ ἐπαύσατο λαλω̃ν εἰ̃πεν πρòς τòν Σίμωνα ἐπανάγαγε εἰς τò βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμω̃ν εἰς ἄγραν |
5 καὶ ἀποκριθεὶς Σίμων εἰ̃πεν ἐπιστάτα δι' ὅλης νυκτòς κοπιάσαντες οὐδὲν ἐλάβομεν ἐπὶ δὲ τω̨̃ ῥήματί σου χαλάσω τὰ δίκτυα |
6 καὶ του̃το ποιήσαντες συνέκλεισαν πλη̃θος ἰχθύων πολύ διερρήσσετο δὲ τὰ δίκτυα αὐτω̃ν |
7 καὶ κατένευσαν τοι̃ς μετόχοις ἐν τω̨̃ ἑτέρω̨ πλοίω̨ του̃ ἐλθόντας συλλαβέσθαι αὐτοι̃ς καὶ ἠ̃λθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοι̃α ὥστε βυθίζεσθαι αὐτά |
8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοι̃ς γόνασιν ’Ιησου̃ λέγων ἔξελθε ἀπ' ἐμου̃ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε |
9 θάμβος γὰρ περιέσχεν αὐτòν καὶ πάντας τοὺς σὺν αὐτω̨̃ ἐπὶ τη̨̃ ἄγρα̨ τω̃ν ἰχθύων ὡ̃ν συνέλαβον |
10 ὁμοίως δὲ καὶ ’Ιάκωβον καὶ ’Ιωάννην υἱοὺς Ζεβεδαίου οἳ ἠ̃σαν κοινωνοὶ τω̨̃ Σίμωνι καὶ εἰ̃πεν πρòς τòν Σίμωνα ὁ ’Ιησου̃ς μὴ φοβου̃ ἀπò του̃ νυ̃ν ἀνθρώπους ἔση̨ ζωγρω̃ν |
11 καὶ καταγαγόντες τὰ πλοι̃α ἐπὶ τὴν γη̃ν ἀφέντες πάντα ἠκολούθησαν αὐτω̨̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.