1 καὶ διαγενομένου του̃ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ του̃ ’Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθου̃σαι ἀλείψωσιν αὐτόν |
2 καὶ λίαν πρωΐ τη̨̃ μια̨̃ τω̃ν σαββάτων ἔρχονται ἐπὶ τò μνημει̃ον ἀνατείλαντος του̃ ἡλίου |
3 καὶ ἔλεγον πρòς ἑαυτάς τίς ἀποκυλίσει ἡμι̃ν τòν λίθον ἐκ τη̃ς θύρας του̃ μνημείου |
4 καὶ ἀναβλέψασαι θεωρου̃σιν ὅτι ἀποκεκύλισται ὁ λίθος ἠ̃ν γὰρ μέγας σφόδρα |
5 καὶ εἰσελθου̃σαι εἰς τò μνημει̃ον εἰ̃δον νεανίσκον καθήμενον ἐν τοι̃ς δεξιοι̃ς περιβεβλημένον στολὴν λευκήν καὶ ἐξεθαμβήθησαν |
6 ὁ δὲ λέγει αὐται̃ς μὴ ἐκθαμβει̃σθε ’Ιησου̃ν ζητει̃τε τòν Ναζαρηνòν τòν ἐσταυρωμένον ἠγέρθη οὐκ ἔστιν ὡ̃δε ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν |
7 ἀλλὰ ὑπάγετε εἴπατε τοι̃ς μαθηται̃ς αὐτου̃ καὶ τω̨̃ Πέτρω̨ ὅτι προάγει ὑμα̃ς εἰς τὴν Γαλιλαίαν ἐκει̃ αὐτòν ὄψεσθε καθὼς εἰ̃πεν ὑμι̃ν |
8 καὶ ἐξελθου̃σαι ἔφυγον ἀπò του̃ μνημείου εἰ̃χεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις καὶ οὐδενὶ οὐδὲν εἰ̃παν ἐφοβου̃ντο γάρ |
9 ἀναστὰς δὲ πρωΐ πρώτη̨ σαββάτου ἐφάνη πρω̃τον Μαρία̨ τη̨̃ Μαγδαληνη̨̃ παρ' ἡ̃ς ἐκβεβλήκει ἑπτὰ δαιμόνια |
10 ἐκείνη πορευθει̃σα ἀπήγγειλεν τοι̃ς μετ' αὐτου̃ γενομένοις πενθου̃σι καὶ κλαίουσιν |
11 κἀκει̃νοι ἀκούσαντες ὅτι ζη̨̃ καὶ ἐθεάθη ὑπ' αὐτη̃ς ἠπίστησαν |
12 μετὰ δὲ ταυ̃τα δυσὶν ἐξ αὐτω̃ν περιπατου̃σιν ἐφανερώθη ἐν ἑτέρα̨ μορφη̨̃ πορευομένοις εἰς ἀγρόν |
13 κἀκει̃νοι ἀπελθόντες ἀπήγγειλαν τοι̃ς λοιποι̃ς οὐδὲ ἐκείνοις ἐπίστευσαν |
14 ὕστερον δὲ ἀνακειμένοις αὐτοι̃ς τοι̃ς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτω̃ν καὶ σκληροκαρδίαν ὅτι τοι̃ς θεασαμένοις αὐτòν ἐγηγερμένον οὐκ ἐπίστευσαν |
15 καὶ εἰ̃πεν αὐτοι̃ς πορευθέντες εἰς τòν κόσμον ἅπαντα κηρύξατε τò εὐαγγέλιον πάση̨ τη̨̃ κτίσει |
16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται ὁ δὲ ἀπιστήσας κατακριθήσεται |
17 σημει̃α δὲ τοι̃ς πιστεύσασιν ταυ̃τα παρακολουθήσει ἐν τω̨̃ ὀνόματί μου δαιμόνια ἐκβαλου̃σιν γλώσσαις λαλήσουσιν καιναι̃ς |
18 καὶ ἐν ται̃ς χερσὶν ὄφεις ἀρου̃σιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψη̨ ἐπὶ ἀρρώστους χει̃ρας ἐπιθήσουσιν καὶ καλω̃ς ἕξουσιν |
19 ὁ μὲν οὐ̃ν κύριος ’Ιησου̃ς μετὰ τò λαλη̃σαι αὐτοι̃ς ἀνελήμφθη εἰς τòν οὐρανòν καὶ ἐκάθισεν ἐκ δεξιω̃ν του̃ θεου̃ |
20 ἐκει̃νοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχου̃ του̃ κυρίου συνεργου̃ντος καὶ τòν λόγον βεβαιου̃ντος διὰ τω̃ν ἐπακολουθούντων σημείων |
21 πάντα δὲ τὰ παρηγγελμένα τοι̃ς περὶ τòν Πέτρον συντόμως ἐξήγγειλαν μετὰ δὲ ταυ̃τα καὶ αὐτòς ὁ ’Ιησου̃ς ἀπò ἀνατολη̃ς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι' αὐτω̃ν τò ἱερòν καὶ ἄφθαρτον κήρυγμα τη̃ς αἰωνίου σωτηρίας ἀμήν |