Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 1,  στἰχοι 1-15

1 ἀρχὴ του̃ εὐαγγελίου ’Ιησου̃ Χριστου̃ υἱου̃ θεου̃
2 καθὼς γέγραπται ἐν τω̨̃ ’Ησαΐα̨ τω̨̃ προφήτη̨ ἰδοὺ ἀποστέλλω τòν ἄγγελόν μου πρò προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου
3 φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ ἑτοιμάσατε τὴν ὁδòν κυρίου εὐθείας ποιει̃τε τὰς τρίβους αὐτου̃
4 ἐγένετο ’Ιωάννης ὁ βαπτίζων ἐν τη̨̃ ἐρήμω̨ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιω̃ν
5 καὶ ἐξεπορεύετο πρòς αὐτòν πα̃σα ἡ ’Ιουδαία χώρα καὶ οἱ ‘Ιεροσολυμι̃ται πάντες καὶ ἐβαπτίζοντο ὑπ' αὐτου̃ ἐν τω̨̃ ’Ιορδάνη̨ ποταμω̨̃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτω̃ν
6 καὶ ἠ̃ν ὁ ’Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτου̃ καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον
7 καὶ ἐκήρυσσεν λέγων ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου οὑ̃ οὐκ εἰμὶ ἱκανòς κύψας λυ̃σαι τòν ἱμάντα τω̃ν ὑποδημάτων αὐτου̃
8 ἐγὼ ἐβάπτισα ὑμα̃ς ὕδατι αὐτòς δὲ βαπτίσει ὑμα̃ς ἐν πνεύματι ἁγίω̨
9 καὶ ἐγένετο ἐν ἐκείναις ται̃ς ἡμέραις ἠ̃λθεν ’Ιησου̃ς ἀπò Ναζαρὲτ τη̃ς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τòν ’Ιορδάνην ὑπò ’Ιωάννου
10 καὶ εὐθὺς ἀναβαίνων ἐκ του̃ ὕδατος εἰ̃δεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τò πνευ̃μα ὡς περιστερὰν καταβαι̃νον εἰς αὐτόν
11 καὶ φωνὴ ἐγένετο ἐκ τω̃ν οὐρανω̃ν σὺ εἰ̃ ὁ υἱός μου ὁ ἀγαπητός ἐν σοὶ εὐδόκησα
12 καὶ εὐθὺς τò πνευ̃μα αὐτòν ἐκβάλλει εἰς τὴν ἔρημον
13 καὶ ἠ̃ν ἐν τη̨̃ ἐρήμω̨ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπò του̃ Σατανα̃ καὶ ἠ̃ν μετὰ τω̃ν θηρίων καὶ οἱ ἄγγελοι διηκόνουν αὐτω̨̃
14 μετὰ δὲ τò παραδοθη̃ναι τòν ’Ιωάννην ἠ̃λθεν ὁ ’Ιησου̃ς εἰς τὴν Γαλιλαίαν κηρύσσων τò εὐαγγέλιον του̃ θεου̃
15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρòς καὶ ἤγγικεν ἡ βασιλεία του̃ θεου̃ μετανοει̃τε καὶ πιστεύετε ἐν τω̨̃ εὐαγγελίω̨
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.