Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 1,  στἰχοι 14-45

14 μετὰ δὲ τò παραδοθη̃ναι τòν ’Ιωάννην ἠ̃λθεν ὁ ’Ιησου̃ς εἰς τὴν Γαλιλαίαν κηρύσσων τò εὐαγγέλιον του̃ θεου̃
15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρòς καὶ ἤγγικεν ἡ βασιλεία του̃ θεου̃ μετανοει̃τε καὶ πιστεύετε ἐν τω̨̃ εὐαγγελίω̨
16 καὶ παράγων παρὰ τὴν θάλασσαν τη̃ς Γαλιλαίας εἰ̃δεν Σίμωνα καὶ ’Ανδρέαν τòν ἀδελφòν Σίμωνος ἀμφιβάλλοντας ἐν τη̨̃ θαλάσση̨ ἠ̃σαν γὰρ ἁλιει̃ς
17 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς δευ̃τε ὀπίσω μου καὶ ποιήσω ὑμα̃ς γενέσθαι ἁλιει̃ς ἀνθρώπων
18 καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτω̨̃
19 καὶ προβὰς ὀλίγον εἰ̃δεν ’Ιάκωβον τòν του̃ Ζεβεδαίου καὶ ’Ιωάννην τòν ἀδελφòν αὐτου̃ καὶ αὐτοὺς ἐν τω̨̃ πλοίω̨ καταρτίζοντας τὰ δίκτυα
20 καὶ εὐθὺς ἐκάλεσεν αὐτούς καὶ ἀφέντες τòν πατέρα αὐτω̃ν Ζεβεδαι̃ον ἐν τω̨̃ πλοίω̨ μετὰ τω̃ν μισθωτω̃ν ἀπη̃λθον ὀπίσω αὐτου̃
21 καὶ εἰσπορεύονται εἰς Καφαρναούμ καὶ εὐθὺς τοι̃ς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν
22 καὶ ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ ἠ̃ν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματει̃ς
23 καὶ εὐθὺς ἠ̃ν ἐν τη̨̃ συναγωγη̨̃ αὐτω̃ν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτω̨ καὶ ἀνέκραξεν
24 λέγων τί ἡμι̃ν καὶ σοί ’Ιησου̃ Ναζαρηνέ ἠ̃λθες ἀπολέσαι ἡμα̃ς οἰ̃δά σε τίς εἰ̃ ὁ ἅγιος του̃ θεου̃
25 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς λέγων φιμώθητι καὶ ἔξελθε ἐξ αὐτου̃
26 καὶ σπαράξαν αὐτòν τò πνευ̃μα τò ἀκάθαρτον καὶ φωνη̃σαν φωνη̨̃ μεγάλη̨ ἐξη̃λθεν ἐξ αὐτου̃
27 καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε συζητει̃ν πρòς ἑαυτοὺς λέγοντας τί ἐστιν του̃το διδαχὴ καινὴ κατ' ἐξουσίαν καὶ τοι̃ς πνεύμασι τοι̃ς ἀκαθάρτοις ἐπιτάσσει καὶ ὑπακούουσιν αὐτω̨̃
28 καὶ ἐξη̃λθεν ἡ ἀκοὴ αὐτου̃ εὐθὺς πανταχου̃ εἰς ὅλην τὴν περίχωρον τη̃ς Γαλιλαίας
29 καὶ εὐθὺς ἐκ τη̃ς συναγωγη̃ς ἐξελθόντες ἠ̃λθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ ’Ανδρέου μετὰ ’Ιακώβου καὶ ’Ιωάννου
30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα καὶ εὐθὺς λέγουσιν αὐτω̨̃ περὶ αὐτη̃ς
31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τη̃ς χειρός καὶ ἀφη̃κεν αὐτὴν ὁ πυρετός καὶ διηκόνει αὐτοι̃ς
32 ὀψίας δὲ γενομένης ὅτε ἔδυ ὁ ἥλιος ἔφερον πρòς αὐτòν πάντας τοὺς κακω̃ς ἔχοντας καὶ τοὺς δαιμονιζομένους
33 καὶ ἠ̃ν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρòς τὴν θύραν
34 καὶ ἐθεράπευσεν πολλοὺς κακω̃ς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλει̃ν τὰ δαιμόνια ὅτι ἤ̨δεισαν αὐτόν
35 καὶ πρωΐ ἔννυχα λίαν ἀναστὰς ἐξη̃λθεν καὶ ἀπη̃λθεν εἰς ἔρημον τόπον κἀκει̃ προσηύχετο
36 καὶ κατεδίωξεν αὐτòν Σίμων καὶ οἱ μετ' αὐτου̃
37 καὶ εὑ̃ρον αὐτòν καὶ λέγουσιν αὐτω̨̃ ὅτι πάντες ζητου̃σίν σε
38 καὶ λέγει αὐτοι̃ς ἄγωμεν ἀλλαχου̃ εἰς τὰς ἐχομένας κωμοπόλεις ἵνα καὶ ἐκει̃ κηρύξω εἰς του̃το γὰρ ἐξη̃λθον
39 καὶ ἠ̃λθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτω̃ν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων
40 καὶ ἔρχεται πρòς αὐτòν λεπρòς παρακαλω̃ν αὐτòν καὶ γονυπετω̃ν καὶ λέγων αὐτω̨̃ ὅτι ἐὰν θέλη̨ς δύνασαί με καθαρίσαι
41 καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χει̃ρα αὐτου̃ ἥψατο καὶ λέγει αὐτω̨̃ θέλω καθαρίσθητι
42 καὶ εὐθὺς ἀπη̃λθεν ἀπ' αὐτου̃ ἡ λέπρα καὶ ἐκαθαρίσθη
43 καὶ ἐμβριμησάμενος αὐτω̨̃ εὐθὺς ἐξέβαλεν αὐτόν
44 καὶ λέγει αὐτω̨̃ ὅρα μηδενὶ μηδὲν εἴπη̨ς ἀλλὰ ὕπαγε σεαυτòν δει̃ξον τω̨̃ ἱερει̃ καὶ προσένεγκε περὶ του̃ καθαρισμου̃ σου ἃ προσέταξεν Μωϋση̃ς εἰς μαρτύριον αὐτοι̃ς
45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τòν λόγον ὥστε μηκέτι αὐτòν δύνασθαι φανερω̃ς εἰς πόλιν εἰσελθει̃ν ἀλλ' ἔξω ἐπ' ἐρήμοις τόποις ἠ̃ν καὶ ἤρχοντο πρòς αὐτòν πάντοθεν

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 2

1 καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι' ἡμερω̃ν ἠκούσθη ὅτι ἐν οἴκω̨ ἐστίν
2 καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρει̃ν μηδὲ τὰ πρòς τὴν θύραν καὶ ἐλάλει αὐτοι̃ς τòν λόγον
3 καὶ ἔρχονται φέροντες πρòς αὐτòν παραλυτικòν αἰρόμενον ὑπò τεσσάρων
4 καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτω̨̃ διὰ τòν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἠ̃ν καὶ ἐξορύξαντες χαλω̃σι τòν κράβαττον ὅπου ὁ παραλυτικòς κατέκειτο
5 καὶ ἰδὼν ὁ ’Ιησου̃ς τὴν πίστιν αὐτω̃ν λέγει τω̨̃ παραλυτικω̨̃ τέκνον ἀφίενταί σου αἱ ἁμαρτίαι
6 ἠ̃σαν δέ τινες τω̃ν γραμματέων ἐκει̃ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ται̃ς καρδίαις αὐτω̃ν
7 τί οὑ̃τος οὕτως λαλει̃ βλασφημει̃ τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἱ̃ς ὁ θεός
8 καὶ εὐθὺς ἐπιγνοὺς ὁ ’Ιησου̃ς τω̨̃ πνεύματι αὐτου̃ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοι̃ς λέγει αὐτοι̃ς τί ταυ̃τα διαλογίζεσθε ἐν ται̃ς καρδίαις ὑμω̃ν
9 τί ἐστιν εὐκοπώτερον εἰπει̃ν τω̨̃ παραλυτικω̨̃ ἀφίενταί σου αἱ ἁμαρτίαι ἢ εἰπει̃ν ἔγειρε καὶ ἀ̃ρον τòν κράβαττόν σου καὶ περιπάτει
10 ἵνα δὲ εἰδη̃τε ὅτι ἐξουσίαν ἔχει ὁ υἱòς του̃ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τη̃ς γη̃ς λέγει τω̨̃ παραλυτικω̨̃
11 σοὶ λέγω ἔγειρε ἀ̃ρον τòν κράβαττόν σου καὶ ὕπαγε εἰς τòν οἰ̃κόν σου
12 καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τòν κράβαττον ἐξη̃λθεν ἔμπροσθεν πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τòν θεòν λέγοντας ὅτι οὕτως οὐδέποτε εἴδομεν
13 καὶ ἐξη̃λθεν πάλιν παρὰ τὴν θάλασσαν καὶ πα̃ς ὁ ὄχλος ἤρχετο πρòς αὐτόν καὶ ἐδίδασκεν αὐτούς
14 καὶ παράγων εἰ̃δεν Λευὶν τòν του̃ ‘Αλφαίου καθήμενον ἐπὶ τò τελώνιον καὶ λέγει αὐτω̨̃ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτω̨̃
15 καὶ γίνεται κατακει̃σθαι αὐτòν ἐν τη̨̃ οἰκία̨ αὐτου̃ καὶ πολλοὶ τελω̃ναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τω̨̃ ’Ιησου̃ καὶ τοι̃ς μαθηται̃ς αὐτου̃ ἠ̃σαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτω̨̃
16 καὶ οἱ γραμματει̃ς τω̃ν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τω̃ν ἁμαρτωλω̃ν καὶ τελωνω̃ν ἔλεγον τοι̃ς μαθηται̃ς αὐτου̃ ὅτι μετὰ τω̃ν τελωνω̃ν καὶ ἁμαρτωλω̃ν ἐσθίει
17 καὶ ἀκούσας ὁ ’Ιησου̃ς λέγει αὐτοι̃ς ὅτι οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατρου̃ ἀλλ' οἱ κακω̃ς ἔχοντες οὐκ ἠ̃λθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς
18 καὶ ἠ̃σαν οἱ μαθηταὶ ’Ιωάννου καὶ οἱ Φαρισαι̃οι νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτω̨̃ διὰ τί οἱ μαθηταὶ ’Ιωάννου καὶ οἱ μαθηταὶ τω̃ν Φαρισαίων νηστεύουσιν οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν
19 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς μὴ δύνανται οἱ υἱοὶ του̃ νυμφω̃νος ἐν ὡ̨̃ ὁ νυμφίος μετ' αὐτω̃ν ἐστιν νηστεύειν ὅσον χρόνον ἔχουσιν τòν νυμφίον μετ' αὐτω̃ν οὐ δύνανται νηστεύειν
20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθη̨̃ ἀπ' αὐτω̃ν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨
21 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν εἰ δὲ μή αἴρει τò πλήρωμα ἀπ' αὐτου̃ τò καινòν του̃ παλαιου̃ καὶ χει̃ρον σχίσμα γίνεται
22 καὶ οὐδεὶς βάλλει οἰ̃νον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή ῥήξει ὁ οἰ̃νος τοὺς ἀσκούς καὶ ὁ οἰ̃νος ἀπόλλυται καὶ οἱ ἀσκοί ἀλλὰ οἰ̃νον νέον εἰς ἀσκοὺς καινούς
23 καὶ ἐγένετο αὐτòν ἐν τοι̃ς σάββασιν παραπορεύεσθαι διὰ τω̃ν σπορίμων καὶ οἱ μαθηταὶ αὐτου̃ ἤρξαντο ὁδòν ποιει̃ν τίλλοντες τοὺς στάχυας
24 καὶ οἱ Φαρισαι̃οι ἔλεγον αὐτω̨̃ ἴδε τί ποιου̃σιν τοι̃ς σάββασιν ὃ οὐκ ἔξεστιν
25 καὶ λέγει αὐτοι̃ς οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτòς καὶ οἱ μετ' αὐτου̃
26 πω̃ς εἰση̃λθεν εἰς τòν οἰ̃κον του̃ θεου̃ ἐπὶ ’Αβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τη̃ς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγει̃ν εἰ μὴ τοὺς ἱερει̃ς καὶ ἔδωκεν καὶ τοι̃ς σὺν αὐτω̨̃ οὐ̃σιν
27 καὶ ἔλεγεν αὐτοι̃ς τò σάββατον διὰ τòν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τò σάββατον
28 ὥστε κύριός ἐστιν ὁ υἱòς του̃ ἀνθρώπου καὶ του̃ σαββάτου

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 3

1 καὶ εἰση̃λθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἠ̃ν ἐκει̃ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χει̃ρα
2 καὶ παρετήρουν αὐτòν εἰ τοι̃ς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτου̃
3 καὶ λέγει τω̨̃ ἀνθρώπω̨ τω̨̃ τὴν ξηρὰν χει̃ρα ἔχοντι ἔγειρε εἰς τò μέσον
4 καὶ λέγει αὐτοι̃ς ἔξεστιν τοι̃ς σάββασιν ἀγαθòν ποιη̃σαι ἢ κακοποιη̃σαι ψυχὴν σω̃σαι ἢ ἀποκτει̃ναι οἱ δὲ ἐσιώπων
5 καὶ περιβλεψάμενος αὐτοὺς μετ' ὀργη̃ς συλλυπούμενος ἐπὶ τη̨̃ πωρώσει τη̃ς καρδίας αὐτω̃ν λέγει τω̨̃ ἀνθρώπω̨ ἔκτεινον τὴν χει̃ρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτου̃
6 καὶ ἐξελθόντες οἱ Φαρισαι̃οι εὐθὺς μετὰ τω̃ν ‘Ηρω̨διανω̃ν συμβούλιον ἐδίδουν κατ' αὐτου̃ ὅπως αὐτòν ἀπολέσωσιν
7 καὶ ὁ ’Ιησου̃ς μετὰ τω̃ν μαθητω̃ν αὐτου̃ ἀνεχώρησεν πρòς τὴν θάλασσαν καὶ πολὺ πλη̃θος ἀπò τη̃ς Γαλιλαίας ἠκολούθησεν καὶ ἀπò τη̃ς ’Ιουδαίας
8 καὶ ἀπò ‘Ιεροσολύμων καὶ ἀπò τη̃ς ’Ιδουμαίας καὶ πέραν του̃ ’Ιορδάνου καὶ περὶ Τύρον καὶ Σιδω̃να πλη̃θος πολύ ἀκούοντες ὅσα ἐποίει ἠ̃λθον πρòς αὐτόν
9 καὶ εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ ἵνα πλοιάριον προσκαρτερη̨̃ αὐτω̨̃ διὰ τòν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν
10 πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτω̨̃ ἵνα αὐτου̃ ἅψωνται ὅσοι εἰ̃χον μάστιγας
11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτòν ἐθεώρουν προσέπιπτον αὐτω̨̃ καὶ ἔκραζον λέγοντες ὅτι σὺ εἰ̃ ὁ υἱòς του̃ θεου̃
12 καὶ πολλὰ ἐπετίμα αὐτοι̃ς ἵνα μὴ αὐτòν φανερòν ποιήσωσιν
13 καὶ ἀναβαίνει εἰς τò ὄρος καὶ προσκαλει̃ται οὓς ἤθελεν αὐτός καὶ ἀπη̃λθον πρòς αὐτόν
14 καὶ ἐποίησεν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν ἵνα ὠ̃σιν μετ' αὐτου̃ καὶ ἵνα ἀποστέλλη̨ αὐτοὺς κηρύσσειν
15 καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια
16 καὶ ἐποίησεν τοὺς δώδεκα καὶ ἐπέθηκεν ὄνομα τω̨̃ Σίμωνι Πέτρον
17 καὶ ’Ιάκωβον τòν του̃ Ζεβεδαίου καὶ ’Ιωάννην τòν ἀδελφòν του̃ ’Ιακώβου καὶ ἐπέθηκεν αὐτοι̃ς ὀνόματα Βοανηργές ὅ ἐστιν υἱοὶ βροντη̃ς
18 καὶ ’Ανδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαι̃ον καὶ Μαθθαι̃ον καὶ θωμα̃ν καὶ ’Ιάκωβον τòν του̃ ‘Αλφαίου καὶ Θαδδαι̃ον καὶ Σίμωνα τòν Καναναι̃ον
19 καὶ ’Ιούδαν ’Ισκαριώθ ὃς καὶ παρέδωκεν αὐτόν
20 καὶ ἔρχεται εἰς οἰ̃κον καὶ συνέρχεται πάλιν ὁ ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγει̃ν
21 καὶ ἀκούσαντες οἱ παρ' αὐτου̃ ἐξη̃λθον κρατη̃σαι αὐτόν ἔλεγον γὰρ ὅτι ἐξέστη
22 καὶ οἱ γραμματει̃ς οἱ ἀπò ‘Ιεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τω̨̃ ἄρχοντι τω̃ν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαι̃ς ἔλεγεν αὐτοι̃ς πω̃ς δύναται Σατανα̃ς Σατανα̃ν ἐκβάλλειν
24 καὶ ἐὰν βασιλεία ἐφ' ἑαυτὴν μερισθη̨̃ οὐ δύναται σταθη̃ναι ἡ βασιλεία ἐκείνη
25 καὶ ἐὰν οἰκία ἐφ' ἑαυτὴν μερισθη̨̃ οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθη̃ναι
26 καὶ εἰ ὁ Σατανα̃ς ἀνέστη ἐφ' ἑαυτòν καὶ ἐμερίσθη οὐ δύναται στη̃ναι ἀλλὰ τέλος ἔχει
27 ἀλλ' οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν του̃ ἰσχυρου̃ εἰσελθὼν τὰ σκεύη αὐτου̃ διαρπάσαι ἐὰν μὴ πρω̃τον τòν ἰσχυρòν δήση̨ καὶ τότε τὴν οἰκίαν αὐτου̃ διαρπάσει
28 ἀμὴν λέγω ὑμι̃ν ὅτι πάντα ἀφεθήσεται τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν
29 ὃς δ' ἂν βλασφημήση̨ εἰς τò πνευ̃μα τò ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τòν αἰω̃να ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος
30 ὅτι ἔλεγον πνευ̃μα ἀκάθαρτον ἔχει
31 καὶ ἔρχεται ἡ μήτηρ αὐτου̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρòς αὐτòν καλου̃ντες αὐτόν
32 καὶ ἐκάθητο περὶ αὐτòν ὄχλος καὶ λέγουσιν αὐτω̨̃ ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαι σου ἔξω ζητου̃σίν σε
33 καὶ ἀποκριθεὶς αὐτοι̃ς λέγει τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου
34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτòν κύκλω̨ καθημένους λέγει ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου
35 ὃς γὰρ ἂν ποιήση̨ τò θέλημα του̃ θεου̃ οὑ̃τος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 4

1 καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν καὶ συνάγεται πρòς αὐτòν ὄχλος πλει̃στος ὥστε αὐτòν εἰς πλοι̃ον ἐμβάντα καθη̃σθαι ἐν τη̨̃ θαλάσση̨ καὶ πα̃ς ὁ ὄχλος πρòς τὴν θάλασσαν ἐπὶ τη̃ς γη̃ς ἠ̃σαν
2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαι̃ς πολλά καὶ ἔλεγεν αὐτοι̃ς ἐν τη̨̃ διδαχη̨̃ αὐτου̃
3 ἀκούετε ἰδοὺ ἐξη̃λθεν ὁ σπείρων σπει̃ραι
4 καὶ ἐγένετο ἐν τω̨̃ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἠ̃λθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό
5 καὶ ἄλλο ἔπεσεν ἐπὶ τò πετρω̃δες ὅπου οὐκ εἰ̃χεν γη̃ν πολλήν καὶ εὐθὺς ἐξανέτειλεν διὰ τò μὴ ἔχειν βάθος γη̃ς
6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη καὶ διὰ τò μὴ ἔχειν ῥίζαν ἐξηράνθη
7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό καὶ καρπòν οὐκ ἔδωκεν
8 καὶ ἄλλα ἔπεσεν εἰς τὴν γη̃ν τὴν καλήν καὶ ἐδίδου καρπòν ἀναβαίνοντα καὶ αὐξανόμενα καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν
9 καὶ ἔλεγεν ὃς ἔχει ὠ̃τα ἀκούειν ἀκουέτω
10 καὶ ὅτε ἐγένετο κατὰ μόνας ἠρώτων αὐτòν οἱ περὶ αὐτòν σὺν τοι̃ς δώδεκα τὰς παραβολάς
11 καὶ ἔλεγεν αὐτοι̃ς ὑμι̃ν τò μυστήριον δέδοται τη̃ς βασιλείας του̃ θεου̃ ἐκείνοις δὲ τοι̃ς ἔξω ἐν παραβολαι̃ς τὰ πάντα γίνεται
12 ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιω̃σιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθη̨̃ αὐτοι̃ς
13 καὶ λέγει αὐτοι̃ς οὐκ οἴδατε τὴν παραβολὴν ταύτην καὶ πω̃ς πάσας τὰς παραβολὰς γνώσεσθε
14 ὁ σπείρων τòν λόγον σπείρει
15 οὑ̃τοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδòν ὅπου σπείρεται ὁ λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται ὁ Σατανα̃ς καὶ αἴρει τòν λόγον τòν ἐσπαρμένον εἰς αὐτούς
16 καὶ οὑ̃τοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τòν λόγον εὐθὺς μετὰ χαρα̃ς λαμβάνουσιν αὐτόν
17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοι̃ς ἀλλὰ πρόσκαιροί εἰσιν εἰ̃τα γενομένης θλίψεως ἢ διωγμου̃ διὰ τòν λόγον εὐθὺς σκανδαλίζονται
18 καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι οὑ̃τοί εἰσιν οἱ τòν λόγον ἀκούσαντες
19 καὶ αἱ μέριμναι του̃ αἰω̃νος καὶ ἡ ἀπάτη του̃ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τòν λόγον καὶ ἄκαρπος γίνεται
20 καὶ ἐκει̃νοί εἰσιν οἱ ἐπὶ τὴν γη̃ν τὴν καλὴν σπαρέντες οἵτινες ἀκούουσιν τòν λόγον καὶ παραδέχονται καὶ καρποφορου̃σιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν
21 καὶ ἔλεγεν αὐτοι̃ς μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπò τòν μόδιον τεθη̨̃ ἢ ὑπò τὴν κλίνην οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθη̨̃
22 οὐ γάρ ἐστιν κρυπτòν ἐὰν μὴ ἵνα φανερωθη̨̃ οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ' ἵνα ἔλθη̨ εἰς φανερόν
23 εἴ τις ἔχει ὠ̃τα ἀκούειν ἀκουέτω
24 καὶ ἔλεγεν αὐτοι̃ς βλέπετε τί ἀκούετε ἐν ὡ̨̃ μέτρω̨ μετρει̃τε μετρηθήσεται ὑμι̃ν καὶ προστεθήσεται ὑμι̃ν
25 ὃς γὰρ ἔχει δοθήσεται αὐτω̨̃ καὶ ὃς οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτου̃
26 καὶ ἔλεγεν οὕτως ἐστὶν ἡ βασιλεία του̃ θεου̃ ὡς ἄνθρωπος βάλη̨ τòν σπόρον ἐπὶ τη̃ς γη̃ς
27 καὶ καθεύδη̨ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ ὁ σπόρος βλαστα̨̃ καὶ μηκύνηται ὡς οὐκ οἰ̃δεν αὐτός
28 αὐτομάτη ἡ γη̃ καρποφορει̃ πρω̃τον χόρτον εἰ̃τα στάχυν εἰ̃τα πλήρης σι̃τον ἐν τω̨̃ στάχυϊ
29 ὅταν δὲ παραδοι̃ ὁ καρπός εὐθὺς ἀποστέλλει τò δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός
30 καὶ ἔλεγεν πω̃ς ὁμοιώσωμεν τὴν βασιλείαν του̃ θεου̃ ἢ ἐν τίνι αὐτὴν παραβολη̨̃ θω̃μεν
31 ὡς κόκκω̨ σινάπεως ὃς ὅταν σπαρη̨̃ ἐπὶ τη̃ς γη̃ς μικρότερον ὂν πάντων τω̃ν σπερμάτων τω̃ν ἐπὶ τη̃ς γη̃ς
32 καὶ ὅταν σπαρη̨̃ ἀναβαίνει καὶ γίνεται μει̃ζον πάντων τω̃ν λαχάνων καὶ ποιει̃ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπò τὴν σκιὰν αὐτου̃ τὰ πετεινὰ του̃ οὐρανου̃ κατασκηνου̃ν
33 καὶ τοιαύταις παραβολαι̃ς πολλαι̃ς ἐλάλει αὐτοι̃ς τòν λόγον καθὼς ἠδύναντο ἀκούειν
34 χωρὶς δὲ παραβολη̃ς οὐκ ἐλάλει αὐτοι̃ς κατ' ἰδίαν δὲ τοι̃ς ἰδίοις μαθηται̃ς ἐπέλυεν πάντα
35 καὶ λέγει αὐτοι̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὀψίας γενομένης διέλθωμεν εἰς τò πέραν
36 καὶ ἀφέντες τòν ὄχλον παραλαμβάνουσιν αὐτòν ὡς ἠ̃ν ἐν τω̨̃ πλοίω̨ καὶ ἄλλα πλοι̃α ἠ̃ν μετ' αὐτου̃
37 καὶ γίνεται λαι̃λαψ μεγάλη ἀνέμου καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τò πλοι̃ον ὥστε ἤδη γεμίζεσθαι τò πλοι̃ον
38 καὶ αὐτòς ἠ̃ν ἐν τη̨̃ πρύμνη̨ ἐπὶ τò προσκεφάλαιον καθεύδων καὶ ἐγείρουσιν αὐτòν καὶ λέγουσιν αὐτω̨̃ διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπολλύμεθα
39 καὶ διεγερθεὶς ἐπετίμησεν τω̨̃ ἀνέμω̨ καὶ εἰ̃πεν τη̨̃ θαλάσση̨ σιώπα πεφίμωσο καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ ἐγένετο γαλήνη μεγάλη
40 καὶ εἰ̃πεν αὐτοι̃ς τί δειλοί ἐστε οὔπω ἔχετε πίστιν
41 καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρòς ἀλλήλους τίς ἄρα οὑ̃τός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτω̨̃

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 5

1 καὶ ἠ̃λθον εἰς τò πέραν τη̃ς θαλάσσης εἰς τὴν χώραν τω̃ν Γερασηνω̃ν
2 καὶ ἐξελθόντος αὐτου̃ ἐκ του̃ πλοίου εὐθὺς ὑπήντησεν αὐτω̨̃ ἐκ τω̃ν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτω̨
3 ὃς τὴν κατοίκησιν εἰ̃χεν ἐν τοι̃ς μνήμασιν καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτòν δη̃σαι
4 διὰ τò αὐτòν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ' αὐτου̃ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρι̃φθαι καὶ οὐδεὶς ἴσχυεν αὐτòν δαμάσαι
5 καὶ διὰ παντòς νυκτòς καὶ ἡμέρας ἐν τοι̃ς μνήμασιν καὶ ἐν τοι̃ς ὄρεσιν ἠ̃ν κράζων καὶ κατακόπτων ἑαυτòν λίθοις
6 καὶ ἰδὼν τòν ’Ιησου̃ν ἀπò μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτω̨̃
7 καὶ κράξας φωνη̨̃ μεγάλη̨ λέγει τί ἐμοὶ καὶ σοί ’Ιησου̃ υἱὲ του̃ θεου̃ του̃ ὑψίστου ὁρκίζω σε τòν θεόν μή με βασανίση̨ς
8 ἔλεγεν γὰρ αὐτω̨̃ ἔξελθε τò πνευ̃μα τò ἀκάθαρτον ἐκ του̃ ἀνθρώπου
9 καὶ ἐπηρώτα αὐτόν τί ὄνομά σοι καὶ λέγει αὐτω̨̃ λεγιὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν
10 καὶ παρεκάλει αὐτòν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλη̨ ἔξω τη̃ς χώρας
11 ἠ̃ν δὲ ἐκει̃ πρòς τω̨̃ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη
12 καὶ παρεκάλεσαν αὐτòν λέγοντες πέμψον ἡμα̃ς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν
13 καὶ ἐπέτρεψεν αὐτοι̃ς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰση̃λθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ του̃ κρημνου̃ εἰς τὴν θάλασσαν ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τη̨̃ θαλάσση̨
14 καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς καὶ ἠ̃λθον ἰδει̃ν τί ἐστιν τò γεγονός
15 καὶ ἔρχονται πρòς τòν ’Ιησου̃ν καὶ θεωρου̃σιν τòν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονου̃ντα τòν ἐσχηκότα τòν λεγιω̃να καὶ ἐφοβήθησαν
16 καὶ διηγήσαντο αὐτοι̃ς οἱ ἰδόντες πω̃ς ἐγένετο τω̨̃ δαιμονιζομένω̨ καὶ περὶ τω̃ν χοίρων
17 καὶ ἤρξαντο παρακαλει̃ν αὐτòν ἀπελθει̃ν ἀπò τω̃ν ὁρίων αὐτω̃ν
18 καὶ ἐμβαίνοντος αὐτου̃ εἰς τò πλοι̃ον παρεκάλει αὐτòν ὁ δαιμονισθεὶς ἵνα μετ' αὐτου̃ ἠ̨̃
19 καὶ οὐκ ἀφη̃κεν αὐτόν ἀλλὰ λέγει αὐτω̨̃ ὕπαγε εἰς τòν οἰ̃κόν σου πρòς τοὺς σούς καὶ ἀπάγγειλον αὐτοι̃ς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε
20 καὶ ἀπη̃λθεν καὶ ἤρξατο κηρύσσειν ἐν τη̨̃ Δεκαπόλει ὅσα ἐποίησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ πάντες ἐθαύμαζον
21 καὶ διαπεράσαντος του̃ ’Ιησου̃ ἐν τω̨̃ πλοίω̨ πάλιν εἰς τò πέραν συνήχθη ὄχλος πολὺς ἐπ' αὐτόν καὶ ἠ̃ν παρὰ τὴν θάλασσαν
22 καὶ ἔρχεται εἱ̃ς τω̃ν ἀρχισυναγώγων ὀνόματι ’Ιάϊρος καὶ ἰδὼν αὐτòν πίπτει πρòς τοὺς πόδας αὐτου̃
23 καὶ παρακαλει̃ αὐτòν πολλὰ λέγων ὅτι τò θυγάτριόν μου ἐσχάτως ἔχει ἵνα ἐλθὼν ἐπιθη̨̃ς τὰς χει̃ρας αὐτη̨̃ ἵνα σωθη̨̃ καὶ ζήση̨
24 καὶ ἀπη̃λθεν μετ' αὐτου̃ καὶ ἠκολούθει αὐτω̨̃ ὄχλος πολύς καὶ συνέθλιβον αὐτόν
25 καὶ γυνὴ οὐ̃σα ἐν ῥύσει αἵματος δώδεκα ἔτη
26 καὶ πολλὰ παθου̃σα ὑπò πολλω̃ν ἰατρω̃ν καὶ δαπανήσασα τὰ παρ' αὐτη̃ς πάντα καὶ μηδὲν ὠφεληθει̃σα ἀλλὰ μα̃λλον εἰς τò χει̃ρον ἐλθου̃σα
27 ἀκούσασα περὶ του̃ ’Ιησου̃ ἐλθου̃σα ἐν τω̨̃ ὄχλω̨ ὄπισθεν ἥψατο του̃ ἱματίου αὐτου̃
28 ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τω̃ν ἱματίων αὐτου̃ σωθήσομαι
29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ του̃ αἵματος αὐτη̃ς καὶ ἔγνω τω̨̃ σώματι ὅτι ἴαται ἀπò τη̃ς μάστιγος
30 καὶ εὐθὺς ὁ ’Ιησου̃ς ἐπιγνοὺς ἐν ἑαυτω̨̃ τὴν ἐξ αὐτου̃ δύναμιν ἐξελθου̃σαν ἐπιστραφεὶς ἐν τω̨̃ ὄχλω̨ ἔλεγεν τίς μου ἥψατο τω̃ν ἱματίων
31 καὶ ἔλεγον αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ βλέπεις τòν ὄχλον συνθλίβοντά σε καὶ λέγεις τίς μου ἥψατο
32 καὶ περιεβλέπετο ἰδει̃ν τὴν του̃το ποιήσασαν
33 ἡ δὲ γυνὴ φοβηθει̃σα καὶ τρέμουσα εἰδυι̃α ὃ γέγονεν αὐτη̨̃ ἠ̃λθεν καὶ προσέπεσεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ πα̃σαν τὴν ἀλήθειαν
34 ὁ δὲ εἰ̃πεν αὐτη̨̃ θυγάτηρ ἡ πίστις σου σέσωκέν σε ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπò τη̃ς μάστιγός σου
35 ἔτι αὐτου̃ λαλου̃ντος ἔρχονται ἀπò του̃ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν τί ἔτι σκύλλεις τòν διδάσκαλον
36 ὁ δὲ ’Ιησου̃ς παρακούσας τòν λόγον λαλούμενον λέγει τω̨̃ ἀρχισυναγώγω̨ μὴ φοβου̃ μόνον πίστευε
37 καὶ οὐκ ἀφη̃κεν οὐδένα μετ' αὐτου̃ συνακολουθη̃σαι εἰ μὴ τòν πέτρον καὶ ’Ιάκωβον καὶ ’Ιωάννην τòν ἀδελφòν ’Ιακώβου
38 καὶ ἔρχονται εἰς τòν οἰ̃κον του̃ ἀρχισυναγώγου καὶ θεωρει̃ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά
39 καὶ εἰσελθὼν λέγει αὐτοι̃ς τί θορυβει̃σθε καὶ κλαίετε τò παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει
40 καὶ κατεγέλων αὐτου̃ αὐτòς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τòν πατέρα του̃ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ' αὐτου̃ καὶ εἰσπορεύεται ὅπου ἠ̃ν τò παιδίον
41 καὶ κρατήσας τη̃ς χειρòς του̃ παιδίου λέγει αὐτη̨̃ ταλιθα κουμ ὅ ἐστιν μεθερμηνευόμενον τò κοράσιον σοὶ λέγω ἔγειρε
42 καὶ εὐθὺς ἀνέστη τò κοράσιον καὶ περιεπάτει ἠ̃ν γὰρ ἐτω̃ν δώδεκα καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλη̨
43 καὶ διεστείλατο αὐτοι̃ς πολλὰ ἵνα μηδεὶς γνοι̃ του̃το καὶ εἰ̃πεν δοθη̃ναι αὐτη̨̃ φαγει̃ν

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 6

1 καὶ ἐξη̃λθεν ἐκει̃θεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτου̃ καὶ ἀκολουθου̃σιν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃
2 καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τη̨̃ συναγωγη̨̃ καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες πόθεν τούτω̨ ταυ̃τα καὶ τίς ἡ σοφία ἡ δοθει̃σα τούτω̨ καὶ αἱ δυνάμεις τοιαυ̃ται διὰ τω̃ν χειρω̃ν αὐτου̃ γινόμεναι
3 οὐχ οὑ̃τός ἐστιν ὁ τέκτων ὁ υἱòς τη̃ς Μαρίας καὶ ἀδελφòς ’Ιακώβου καὶ ’Ιωση̃τος καὶ ’Ιούδα καὶ Σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτου̃ ὡ̃δε πρòς ἡμα̃ς καὶ ἐσκανδαλίζοντο ἐν αὐτω̨̃
4 καὶ ἔλεγεν αὐτοι̃ς ὁ ’Ιησου̃ς ὅτι οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τη̨̃ πατρίδι αὐτου̃ καὶ ἐν τοι̃ς συγγενευ̃σιν αὐτου̃ καὶ ἐν τη̨̃ οἰκία̨ αὐτου̃
5 καὶ οὐκ ἐδύνατο ἐκει̃ ποιη̃σαι οὐδεμίαν δύναμιν εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χει̃ρας ἐθεράπευσεν
6 καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτω̃ν καὶ περιη̃γεν τὰς κώμας κύκλω̨ διδάσκων
7 καὶ προσκαλει̃ται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοι̃ς ἐξουσίαν τω̃ν πνευμάτων τω̃ν ἀκαθάρτων
8 καὶ παρήγγειλεν αὐτοι̃ς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδòν εἰ μὴ ῥάβδον μόνον μὴ ἄρτον μὴ πήραν μὴ εἰς τὴν ζώνην χαλκόν
9 ἀλλὰ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτω̃νας
10 καὶ ἔλεγεν αὐτοι̃ς ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκει̃ μένετε ἕως ἂν ἐξέλθητε ἐκει̃θεν
11 καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμα̃ς μηδὲ ἀκούσωσιν ὑμω̃ν ἐκπορευόμενοι ἐκει̃θεν ἐκτινάξατε τòν χου̃ν τòν ὑποκάτω τω̃ν ποδω̃ν ὑμω̃ν εἰς μαρτύριον αὐτοι̃ς
12 καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοω̃σιν
13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίω̨ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον
14 καὶ ἤκουσεν ὁ βασιλεὺς ‘Ηρώ̨δης φανερòν γὰρ ἐγένετο τò ὄνομα αὐτου̃ καὶ ἔλεγον ὅτι ’Ιωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρω̃ν καὶ διὰ του̃το ἐνεργου̃σιν αἱ δυνάμεις ἐν αὐτω̨̃
15 ἄλλοι δὲ ἔλεγον ὅτι ’Ηλίας ἐστίν ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἱ̃ς τω̃ν προφητω̃ν
16 ἀκούσας δὲ ὁ ‘Ηρώ̨δης ἔλεγεν ὃν ἐγὼ ἀπεκεφάλισα ’Ιωάννην οὑ̃τος ἠγέρθη
17 αὐτòς γὰρ ὁ ‘Ηρώ̨δης ἀποστείλας ἐκράτησεν τòν ’Ιωάννην καὶ ἔδησεν αὐτòν ἐν φυλακη̨̃ διὰ ‘Ηρω̨διάδα τὴν γυναι̃κα Φιλίππου του̃ ἀδελφου̃ αὐτου̃ ὅτι αὐτὴν ἐγάμησεν
18 ἔλεγεν γὰρ ὁ ’Ιωάννης τω̨̃ ‘Ηρώ̨δη̨ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναι̃κα του̃ ἀδελφου̃ σου
19 ἡ δὲ ‘Ηρω̨διὰς ἐνει̃χεν αὐτω̨̃ καὶ ἤθελεν αὐτòν ἀποκτει̃ναι καὶ οὐκ ἠδύνατο
20 ὁ γὰρ ‘Ηρώ̨δης ἐφοβει̃το τòν ’Ιωάννην εἰδὼς αὐτòν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτου̃ πολλὰ ἠπόρει καὶ ἡδέως αὐτου̃ ἤκουεν
21 καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε ‘Ηρώ̨δης τοι̃ς γενεσίοις αὐτου̃ δει̃πνον ἐποίησεν τοι̃ς μεγιστα̃σιν αὐτου̃ καὶ τοι̃ς χιλιάρχοις καὶ τοι̃ς πρώτοις τη̃ς Γαλιλαίας
22 καὶ εἰσελθούσης τη̃ς θυγατρòς αὐτου̃ ‘Ηρω̨διάδος καὶ ὀρχησαμένης ἤρεσεν τω̨̃ ‘Ηρώ̨δη̨ καὶ τοι̃ς συνανακειμένοις εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ κορασίω̨ αἴτησόν με ὃ ἐὰν θέλη̨ς καὶ δώσω σοι
23 καὶ ὤμοσεν αὐτη̨̃ πολλά ὅ τι ἐάν με αἰτήση̨ς δώσω σοι ἕως ἡμίσους τη̃ς βασιλείας μου
24 καὶ ἐξελθου̃σα εἰ̃πεν τη̨̃ μητρὶ αὐτη̃ς τί αἰτήσωμαι ἡ δὲ εἰ̃πεν τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτίζοντος
25 καὶ εἰσελθου̃σα εὐθὺς μετὰ σπουδη̃ς πρòς τòν βασιλέα ἠ̨τήσατο λέγουσα θέλω ἵνα ἐξαυτη̃ς δω̨̃ς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτιστου̃
26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετη̃σαι αὐτήν
27 καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτου̃ καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτòν ἐν τη̨̃ φυλακη̨̃
28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτου̃ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τω̨̃ κορασίω̨ καὶ τò κοράσιον ἔδωκεν αὐτὴν τη̨̃ μητρὶ αὐτη̃ς
29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτου̃ ἠ̃λθον καὶ ἠ̃ραν τò πτω̃μα αὐτου̃ καὶ ἔθηκαν αὐτò ἐν μνημείω̨
30 καὶ συνάγονται οἱ ἀπόστολοι πρòς τòν ’Ιησου̃ν καὶ ἀπήγγειλαν αὐτω̨̃ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν
31 καὶ λέγει αὐτοι̃ς δευ̃τε ὑμει̃ς αὐτοὶ κατ' ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον ἠ̃σαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί καὶ οὐδὲ φαγει̃ν εὐκαίρουν
32 καὶ ἀπη̃λθον ἐν τω̨̃ πλοίω̨ εἰς ἔρημον τόπον κατ' ἰδίαν
33 καὶ εἰ̃δον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί καὶ πεζη̨̃ ἀπò πασω̃ν τω̃ν πόλεων συνέδραμον ἐκει̃ καὶ προη̃λθον αὐτούς
34 καὶ ἐξελθὼν εἰ̃δεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς ὅτι ἠ̃σαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά
35 καὶ ἤδη ὥρας πολλη̃ς γενομένης προσελθόντες αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ ἔλεγον ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή
36 ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλω̨ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοι̃ς τί φάγωσιν
37 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς δότε αὐτοι̃ς ὑμει̃ς φαγει̃ν καὶ λέγουσιν αὐτω̨̃ ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοι̃ς φαγει̃ν
38 ὁ δὲ λέγει αὐτοι̃ς πόσους ἄρτους ἔχετε ὑπάγετε ἴδετε καὶ γνόντες λέγουσιν πέντε καὶ δύο ἰχθύας
39 καὶ ἐπέταξεν αὐτοι̃ς ἀνακλι̃ναι πάντας συμπόσια συμπόσια ἐπὶ τω̨̃ χλωρω̨̃ χόρτω̨
40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατòν καὶ κατὰ πεντήκοντα
41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τòν οὐρανòν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοι̃ς μαθηται̃ς αὐτου̃ ἵνα παρατιθω̃σιν αὐτοι̃ς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πα̃σιν
42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν
43 καὶ ἠ̃ραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπò τω̃ν ἰχθύων
44 καὶ ἠ̃σαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες
45 καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτου̃ ἐμβη̃ναι εἰς τò πλοι̃ον καὶ προάγειν εἰς τò πέραν πρòς Βηθσαϊδάν ἕως αὐτòς ἀπολύει τòν ὄχλον
46 καὶ ἀποταξάμενος αὐτοι̃ς ἀπη̃λθεν εἰς τò ὄρος προσεύξασθαι
47 καὶ ὀψίας γενομένης ἠ̃ν τò πλοι̃ον ἐν μέσω̨ τη̃ς θαλάσσης καὶ αὐτòς μόνος ἐπὶ τη̃ς γη̃ς
48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τω̨̃ ἐλαύνειν ἠ̃ν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοι̃ς περὶ τετάρτην φυλακὴν τη̃ς νυκτòς ἔρχεται πρòς αὐτοὺς περιπατω̃ν ἐπὶ τη̃ς θαλάσσης καὶ ἤθελεν παρελθει̃ν αὐτούς
49 οἱ δὲ ἰδόντες αὐτòν ἐπὶ τη̃ς θαλάσσης περιπατου̃ντα ἔδοξαν ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν
50 πάντες γὰρ αὐτòν εἰ̃δον καὶ ἐταράχθησαν ὁ δὲ εὐθὺς ἐλάλησεν μετ' αὐτω̃ν καὶ λέγει αὐτοι̃ς θαρσει̃τε ἐγώ εἰμι μὴ φοβει̃σθε
51 καὶ ἀνέβη πρòς αὐτοὺς εἰς τò πλοι̃ον καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ λίαν ἐκ περισσου̃ ἐν ἑαυτοι̃ς ἐξίσταντο
52 οὐ γὰρ συνη̃καν ἐπὶ τοι̃ς ἄρτοις ἀλλ' ἠ̃ν αὐτω̃ν ἡ καρδία πεπωρωμένη
53 καὶ διαπεράσαντες ἐπὶ τὴν γη̃ν ἠ̃λθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν
54 καὶ ἐξελθόντων αὐτω̃ν ἐκ του̃ πλοίου εὐθὺς ἐπιγνόντες αὐτòν
55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοι̃ς κραβάττοις τοὺς κακω̃ς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν
56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ται̃ς ἀγοραι̃ς ἐτίθεσαν τοὺς ἀσθενου̃ντας καὶ παρεκάλουν αὐτòν ἵνα κἂν του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃ ἅψωνται καὶ ὅσοι ἂν ἥψαντο αὐτου̃ ἐσώ̨ζοντο

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 7

1 καὶ συνάγονται πρòς αὐτòν οἱ Φαρισαι̃οι καί τινες τω̃ν γραμματέων ἐλθόντες ἀπò ‘Ιεροσολύμων
2 καὶ ἰδόντες τινὰς τω̃ν μαθητω̃ν αὐτου̃ ὅτι κοιναι̃ς χερσίν του̃τ' ἔστιν ἀνίπτοις ἐσθίουσιν τοὺς ἄρτους
3 οἱ γὰρ Φαρισαι̃οι καὶ πάντες οἱ ’Ιουδαι̃οι ἐὰν μὴ πυγμη̨̃ νίψωνται τὰς χει̃ρας οὐκ ἐσθίουσιν κρατου̃ντες τὴν παράδοσιν τω̃ν πρεσβυτέρων
4 καὶ ἀπ' ἀγορα̃ς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατει̃ν βαπτισμοὺς ποτηρίων καὶ ξεστω̃ν καὶ χαλκίων καὶ κλινω̃ν
5 καὶ ἐπερωτω̃σιν αὐτòν οἱ Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς διὰ τί οὐ περιπατου̃σιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τω̃ν πρεσβυτέρων ἀλλὰ κοιναι̃ς χερσὶν ἐσθίουσιν τòν ἄρτον
6 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς καλω̃ς ἐπροφήτευσεν ’Ησαΐας περὶ ὑμω̃ν τω̃ν ὑποκριτω̃ν ὡς γέγραπται ὅτι οὑ̃τος ὁ λαòς τοι̃ς χείλεσίν με τιμα̨̃ ἡ δὲ καρδία αὐτω̃ν πόρρω ἀπέχει ἀπ' ἐμου̃
7 μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων
8 ἀφέντες τὴν ἐντολὴν του̃ θεου̃ κρατει̃τε τὴν παράδοσιν τω̃ν ἀνθρώπων
9 καὶ ἔλεγεν αὐτοι̃ς καλω̃ς ἀθετει̃τε τὴν ἐντολὴν του̃ θεου̃ ἵνα τὴν παράδοσιν ὑμω̃ν στήσητε
10 Μωϋση̃ς γὰρ εἰ̃πεν τίμα τòν πατέρα σου καὶ τὴν μητέρα σου καί ὁ κακολογω̃ν πατέρα ἢ μητέρα θανάτω̨ τελευτάτω
11 ὑμει̃ς δὲ λέγετε ἐὰν εἴπη̨ ἄνθρωπος τω̨̃ πατρὶ ἢ τη̨̃ μητρί Κορβα̃ν ὅ ἐστιν δω̃ρον ὃ ἐὰν ἐξ ἐμου̃ ὠφεληθη̨̃ς
12 οὐκέτι ἀφίετε αὐτòν οὐδὲν ποιη̃σαι τω̨̃ πατρὶ ἢ τη̨̃ μητρί
13 ἀκυρου̃ντες τòν λόγον του̃ θεου̃ τη̨̃ παραδόσει ὑμω̃ν ἡ̨̃ παρεδώκατε καὶ παρόμοια τοιαυ̃τα πολλὰ ποιει̃τε
14 καὶ προσκαλεσάμενος πάλιν τòν ὄχλον ἔλεγεν αὐτοι̃ς ἀκούσατέ μου πάντες καὶ σύνετε
15 οὐδέν ἐστιν ἔξωθεν του̃ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτòν ὃ δύναται κοινω̃σαι αὐτόν ἀλλὰ τὰ ἐκ του̃ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινου̃ντα τòν ἄνθρωπον
16 εἴ τις ἔχει ὠ̃τα ἀκούειν ἀκουέτω)
17 καὶ ὅτε εἰση̃λθεν εἰς οἰ̃κον ἀπò του̃ ὄχλου ἐπηρώτων αὐτòν οἱ μαθηταὶ αὐτου̃ τὴν παραβολήν
18 καὶ λέγει αὐτοι̃ς οὕτως καὶ ὑμει̃ς ἀσύνετοί ἐστε οὐ νοει̃τε ὅτι πα̃ν τò ἔξωθεν εἰσπορευόμενον εἰς τòν ἄνθρωπον οὐ δύναται αὐτòν κοινω̃σαι
19 ὅτι οὐκ εἰσπορεύεται αὐτου̃ εἰς τὴν καρδίαν ἀλλ' εἰς τὴν κοιλίαν καὶ εἰς τòν ἀφεδρω̃να ἐκπορεύεται καθαρίζων πάντα τὰ βρώματα
20 ἔλεγεν δὲ ὅτι τò ἐκ του̃ ἀνθρώπου ἐκπορευόμενον ἐκει̃νο κοινοι̃ τòν ἄνθρωπον
21 ἔσωθεν γὰρ ἐκ τη̃ς καρδίας τω̃ν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται πορνει̃αι κλοπαί φόνοι
22 μοιχει̃αι πλεονεξίαι πονηρίαι δόλος ἀσέλγεια ὀφθαλμòς πονηρός βλασφημία ὑπερηφανία ἀφροσύνη
23 πάντα ταυ̃τα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοι̃ τòν ἄνθρωπον
24 ἐκει̃θεν δὲ ἀναστὰς ἀπη̃λθεν εἰς τὰ ὅρια τύρου καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνω̃ναι καὶ οὐκ ἠδυνήθη λαθει̃ν
25 ἀλλ' εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτου̃ ἡ̃ς εἰ̃χεν τò θυγάτριον αὐτη̃ς πνευ̃μα ἀκάθαρτον ἐλθου̃σα προσέπεσεν πρòς τοὺς πόδας αὐτου̃
26 ἡ δὲ γυνὴ ἠ̃ν ‘Ελληνίς Συροφοινίκισσα τω̨̃ γένει καὶ ἠρώτα αὐτòν ἵνα τò δαιμόνιον ἐκβάλη̨ ἐκ τη̃ς θυγατρòς αὐτη̃ς
27 καὶ ἔλεγεν αὐτη̨̃ ἄφες πρω̃τον χορτασθη̃ναι τὰ τέκνα οὐ γάρ ἐστιν καλòν λαβει̃ν τòν ἄρτον τω̃ν τέκνων καὶ τοι̃ς κυναρίοις βαλει̃ν
28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτω̨̃ κύριε καὶ τὰ κυνάρια ὑποκάτω τη̃ς τραπέζης ἐσθίουσιν ἀπò τω̃ν ψιχίων τω̃ν παιδίων
29 καὶ εἰ̃πεν αὐτη̨̃ διὰ του̃τον τòν λόγον ὕπαγε ἐξελήλυθεν ἐκ τη̃ς θυγατρός σου τò δαιμόνιον
30 καὶ ἀπελθου̃σα εἰς τòν οἰ̃κον αὐτη̃ς εὑ̃ρεν τò παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τò δαιμόνιον ἐξεληλυθός
31 καὶ πάλιν ἐξελθὼν ἐκ τω̃ν ὁρίων Τύρου ἠ̃λθεν διὰ Σιδω̃νος εἰς τὴν θάλασσαν τη̃ς Γαλιλαίας ἀνὰ μέσον τω̃ν ὁρίων Δεκαπόλεως
32 καὶ φέρουσιν αὐτω̨̃ κωφòν καὶ μογιλάλον καὶ παρακαλου̃σιν αὐτòν ἵνα ἐπιθη̨̃ αὐτω̨̃ τὴν χει̃ρα
33 καὶ ἀπολαβόμενος αὐτòν ἀπò του̃ ὄχλου κατ' ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτου̃ εἰς τὰ ὠ̃τα αὐτου̃ καὶ πτύσας ἥψατο τη̃ς γλώσσης αὐτου̃
34 καὶ ἀναβλέψας εἰς τòν οὐρανòν ἐστέναξεν καὶ λέγει αὐτω̨̃ εφφαθα ὅ ἐστιν διανοίχθητι
35 καὶ εὐθέως ἠνοίγησαν αὐτου̃ αἱ ἀκοαί καὶ ἐλύθη ὁ δεσμòς τη̃ς γλώσσης αὐτου̃ καὶ ἐλάλει ὀρθω̃ς
36 καὶ διεστείλατο αὐτοι̃ς ἵνα μηδενὶ λέγωσιν ὅσον δὲ αὐτοι̃ς διεστέλλετο αὐτοὶ μα̃λλον περισσότερον ἐκήρυσσον
37 καὶ ὑπερπερισσω̃ς ἐξεπλήσσοντο λέγοντες καλω̃ς πάντα πεποίηκεν καὶ τοὺς κωφοὺς ποιει̃ ἀκούειν καὶ τοὺς ἀλάλους λαλει̃ν

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 8,  στἰχοι 1-26

1 ἐν ἐκείναις ται̃ς ἡμέραις πάλιν πολλου̃ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοι̃ς
2 σπλαγχνίζομαι ἐπὶ τòν ὄχλον ὅτι ἤδη ἡμέραι τρει̃ς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν
3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἰ̃κον αὐτω̃ν ἐκλυθήσονται ἐν τη̨̃ ὁδω̨̃ καί τινες αὐτω̃ν ἀπò μακρόθεν ἥκασιν
4 καὶ ἀπεκρίθησαν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ ὅτι πόθεν τούτους δυνήσεταί τις ὡ̃δε χορτάσαι ἄρτων ἐπ' ἐρημίας
5 καὶ ἠρώτα αὐτούς πόσους ἔχετε ἄρτους οἱ δὲ εἰ̃παν ἑπτά
6 καὶ παραγγέλλει τω̨̃ ὄχλω̨ ἀναπεσει̃ν ἐπὶ τη̃ς γη̃ς καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοι̃ς μαθηται̃ς αὐτου̃ ἵνα παρατιθω̃σιν καὶ παρέθηκαν τω̨̃ ὄχλω̨
7 καὶ εἰ̃χον ἰχθύδια ὀλίγα καὶ εὐλογήσας αὐτὰ εἰ̃πεν καὶ ταυ̃τα παρατιθέναι
8 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν καὶ ἠ̃ραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας
9 ἠ̃σαν δὲ ὡς τετρακισχίλιοι καὶ ἀπέλυσεν αὐτούς
10 καὶ εὐθὺς ἐμβὰς εἰς τò πλοι̃ον μετὰ τω̃ν μαθητω̃ν αὐτου̃ ἠ̃λθεν εἰς τὰ μέρη Δαλμανουθά
11 καὶ ἐξη̃λθον οἱ Φαρισαι̃οι καὶ ἤρξαντο συζητει̃ν αὐτω̨̃ ζητου̃ντες παρ' αὐτου̃ σημει̃ον ἀπò του̃ οὐρανου̃ πειράζοντες αὐτόν
12 καὶ ἀναστενάξας τω̨̃ πνεύματι αὐτου̃ λέγει τί ἡ γενεὰ αὕτη ζητει̃ σημει̃ον ἀμὴν λέγω ὑμι̃ν εἰ δοθήσεται τη̨̃ γενεα̨̃ ταύτη̨ σημει̃ον
13 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπη̃λθεν εἰς τò πέραν
14 καὶ ἐπελάθοντο λαβει̃ν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἰ̃χον μεθ' ἑαυτω̃ν ἐν τω̨̃ πλοίω̨
15 καὶ διεστέλλετο αὐτοι̃ς λέγων ὁρα̃τε βλέπετε ἀπò τη̃ς ζύμης τω̃ν Φαρισαίων καὶ τη̃ς ζύμης ‘Ηρώ̨δου
16 καὶ διελογίζοντο πρòς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν
17 καὶ γνοὺς λέγει αὐτοι̃ς τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε οὔπω νοει̃τε οὐδὲ συνίετε πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμω̃ν
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὠ̃τα ἔχοντες οὐκ ἀκούετε καὶ οὐ μνημονεύετε
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε λέγουσιν αὐτω̨̃ δώδεκα
20 ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε καὶ λέγουσιν αὐτω̨̃ ἑπτά
21 καὶ ἔλεγεν αὐτοι̃ς οὔπω συνίετε
22 καὶ ἔρχονται εἰς Βηθσαϊδάν καὶ φέρουσιν αὐτω̨̃ τυφλòν καὶ παρακαλου̃σιν αὐτòν ἵνα αὐτου̃ ἅψηται
23 καὶ ἐπιλαβόμενος τη̃ς χειρòς του̃ τυφλου̃ ἐξήνεγκεν αὐτòν ἔξω τη̃ς κώμης καὶ πτύσας εἰς τὰ ὄμματα αὐτου̃ ἐπιθεὶς τὰς χει̃ρας αὐτω̨̃ ἐπηρώτα αὐτόν εἴ τι βλέπεις
24 καὶ ἀναβλέψας ἔλεγεν βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρω̃ περιπατου̃ντας
25 εἰ̃τα πάλιν ἐπέθηκεν τὰς χει̃ρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγω̃ς ἅπαντα
26 καὶ ἀπέστειλεν αὐτòν εἰς οἰ̃κον αὐτου̃ λέγων μηδὲ εἰς τὴν κώμην εἰσέλθη̨ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.