1 καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι' ἡμερω̃ν ἠκούσθη ὅτι ἐν οἴκω̨ ἐστίν |
2 καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρει̃ν μηδὲ τὰ πρòς τὴν θύραν καὶ ἐλάλει αὐτοι̃ς τòν λόγον |
3 καὶ ἔρχονται φέροντες πρòς αὐτòν παραλυτικòν αἰρόμενον ὑπò τεσσάρων |
4 καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτω̨̃ διὰ τòν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἠ̃ν καὶ ἐξορύξαντες χαλω̃σι τòν κράβαττον ὅπου ὁ παραλυτικòς κατέκειτο |
5 καὶ ἰδὼν ὁ ’Ιησου̃ς τὴν πίστιν αὐτω̃ν λέγει τω̨̃ παραλυτικω̨̃ τέκνον ἀφίενταί σου αἱ ἁμαρτίαι |
6 ἠ̃σαν δέ τινες τω̃ν γραμματέων ἐκει̃ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ται̃ς καρδίαις αὐτω̃ν |
7 τί οὑ̃τος οὕτως λαλει̃ βλασφημει̃ τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἱ̃ς ὁ θεός |
8 καὶ εὐθὺς ἐπιγνοὺς ὁ ’Ιησου̃ς τω̨̃ πνεύματι αὐτου̃ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοι̃ς λέγει αὐτοι̃ς τί ταυ̃τα διαλογίζεσθε ἐν ται̃ς καρδίαις ὑμω̃ν |
9 τί ἐστιν εὐκοπώτερον εἰπει̃ν τω̨̃ παραλυτικω̨̃ ἀφίενταί σου αἱ ἁμαρτίαι ἢ εἰπει̃ν ἔγειρε καὶ ἀ̃ρον τòν κράβαττόν σου καὶ περιπάτει |
10 ἵνα δὲ εἰδη̃τε ὅτι ἐξουσίαν ἔχει ὁ υἱòς του̃ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τη̃ς γη̃ς λέγει τω̨̃ παραλυτικω̨̃ |
11 σοὶ λέγω ἔγειρε ἀ̃ρον τòν κράβαττόν σου καὶ ὕπαγε εἰς τòν οἰ̃κόν σου |
12 καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τòν κράβαττον ἐξη̃λθεν ἔμπροσθεν πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τòν θεòν λέγοντας ὅτι οὕτως οὐδέποτε εἴδομεν |
13 καὶ ἐξη̃λθεν πάλιν παρὰ τὴν θάλασσαν καὶ πα̃ς ὁ ὄχλος ἤρχετο πρòς αὐτόν καὶ ἐδίδασκεν αὐτούς |
14 καὶ παράγων εἰ̃δεν Λευὶν τòν του̃ ‘Αλφαίου καθήμενον ἐπὶ τò τελώνιον καὶ λέγει αὐτω̨̃ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτω̨̃ |
15 καὶ γίνεται κατακει̃σθαι αὐτòν ἐν τη̨̃ οἰκία̨ αὐτου̃ καὶ πολλοὶ τελω̃ναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τω̨̃ ’Ιησου̃ καὶ τοι̃ς μαθηται̃ς αὐτου̃ ἠ̃σαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτω̨̃ |
16 καὶ οἱ γραμματει̃ς τω̃ν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τω̃ν ἁμαρτωλω̃ν καὶ τελωνω̃ν ἔλεγον τοι̃ς μαθηται̃ς αὐτου̃ ὅτι μετὰ τω̃ν τελωνω̃ν καὶ ἁμαρτωλω̃ν ἐσθίει |
17 καὶ ἀκούσας ὁ ’Ιησου̃ς λέγει αὐτοι̃ς ὅτι οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατρου̃ ἀλλ' οἱ κακω̃ς ἔχοντες οὐκ ἠ̃λθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς |
18 καὶ ἠ̃σαν οἱ μαθηταὶ ’Ιωάννου καὶ οἱ Φαρισαι̃οι νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτω̨̃ διὰ τί οἱ μαθηταὶ ’Ιωάννου καὶ οἱ μαθηταὶ τω̃ν Φαρισαίων νηστεύουσιν οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν |
19 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς μὴ δύνανται οἱ υἱοὶ του̃ νυμφω̃νος ἐν ὡ̨̃ ὁ νυμφίος μετ' αὐτω̃ν ἐστιν νηστεύειν ὅσον χρόνον ἔχουσιν τòν νυμφίον μετ' αὐτω̃ν οὐ δύνανται νηστεύειν |
20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθη̨̃ ἀπ' αὐτω̃ν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ |
21 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν εἰ δὲ μή αἴρει τò πλήρωμα ἀπ' αὐτου̃ τò καινòν του̃ παλαιου̃ καὶ χει̃ρον σχίσμα γίνεται |
22 καὶ οὐδεὶς βάλλει οἰ̃νον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή ῥήξει ὁ οἰ̃νος τοὺς ἀσκούς καὶ ὁ οἰ̃νος ἀπόλλυται καὶ οἱ ἀσκοί ἀλλὰ οἰ̃νον νέον εἰς ἀσκοὺς καινούς |
23 καὶ ἐγένετο αὐτòν ἐν τοι̃ς σάββασιν παραπορεύεσθαι διὰ τω̃ν σπορίμων καὶ οἱ μαθηταὶ αὐτου̃ ἤρξαντο ὁδòν ποιει̃ν τίλλοντες τοὺς στάχυας |
24 καὶ οἱ Φαρισαι̃οι ἔλεγον αὐτω̨̃ ἴδε τί ποιου̃σιν τοι̃ς σάββασιν ὃ οὐκ ἔξεστιν |
25 καὶ λέγει αὐτοι̃ς οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτòς καὶ οἱ μετ' αὐτου̃ |
26 πω̃ς εἰση̃λθεν εἰς τòν οἰ̃κον του̃ θεου̃ ἐπὶ ’Αβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τη̃ς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγει̃ν εἰ μὴ τοὺς ἱερει̃ς καὶ ἔδωκεν καὶ τοι̃ς σὺν αὐτω̨̃ οὐ̃σιν |
27 καὶ ἔλεγεν αὐτοι̃ς τò σάββατον διὰ τòν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τò σάββατον |
28 ὥστε κύριός ἐστιν ὁ υἱòς του̃ ἀνθρώπου καὶ του̃ σαββάτου |