1 καὶ ἠ̃λθον εἰς τò πέραν τη̃ς θαλάσσης εἰς τὴν χώραν τω̃ν Γερασηνω̃ν |
2 καὶ ἐξελθόντος αὐτου̃ ἐκ του̃ πλοίου εὐθὺς ὑπήντησεν αὐτω̨̃ ἐκ τω̃ν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτω̨ |
3 ὃς τὴν κατοίκησιν εἰ̃χεν ἐν τοι̃ς μνήμασιν καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτòν δη̃σαι |
4 διὰ τò αὐτòν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ' αὐτου̃ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρι̃φθαι καὶ οὐδεὶς ἴσχυεν αὐτòν δαμάσαι |
5 καὶ διὰ παντòς νυκτòς καὶ ἡμέρας ἐν τοι̃ς μνήμασιν καὶ ἐν τοι̃ς ὄρεσιν ἠ̃ν κράζων καὶ κατακόπτων ἑαυτòν λίθοις |
6 καὶ ἰδὼν τòν ’Ιησου̃ν ἀπò μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτω̨̃ |
7 καὶ κράξας φωνη̨̃ μεγάλη̨ λέγει τί ἐμοὶ καὶ σοί ’Ιησου̃ υἱὲ του̃ θεου̃ του̃ ὑψίστου ὁρκίζω σε τòν θεόν μή με βασανίση̨ς |
8 ἔλεγεν γὰρ αὐτω̨̃ ἔξελθε τò πνευ̃μα τò ἀκάθαρτον ἐκ του̃ ἀνθρώπου |
9 καὶ ἐπηρώτα αὐτόν τί ὄνομά σοι καὶ λέγει αὐτω̨̃ λεγιὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν |
10 καὶ παρεκάλει αὐτòν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλη̨ ἔξω τη̃ς χώρας |
11 ἠ̃ν δὲ ἐκει̃ πρòς τω̨̃ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη |
12 καὶ παρεκάλεσαν αὐτòν λέγοντες πέμψον ἡμα̃ς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν |
13 καὶ ἐπέτρεψεν αὐτοι̃ς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰση̃λθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ του̃ κρημνου̃ εἰς τὴν θάλασσαν ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τη̨̃ θαλάσση̨ |
14 καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς καὶ ἠ̃λθον ἰδει̃ν τί ἐστιν τò γεγονός |
15 καὶ ἔρχονται πρòς τòν ’Ιησου̃ν καὶ θεωρου̃σιν τòν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονου̃ντα τòν ἐσχηκότα τòν λεγιω̃να καὶ ἐφοβήθησαν |
16 καὶ διηγήσαντο αὐτοι̃ς οἱ ἰδόντες πω̃ς ἐγένετο τω̨̃ δαιμονιζομένω̨ καὶ περὶ τω̃ν χοίρων |
17 καὶ ἤρξαντο παρακαλει̃ν αὐτòν ἀπελθει̃ν ἀπò τω̃ν ὁρίων αὐτω̃ν |
18 καὶ ἐμβαίνοντος αὐτου̃ εἰς τò πλοι̃ον παρεκάλει αὐτòν ὁ δαιμονισθεὶς ἵνα μετ' αὐτου̃ ἠ̨̃ |
19 καὶ οὐκ ἀφη̃κεν αὐτόν ἀλλὰ λέγει αὐτω̨̃ ὕπαγε εἰς τòν οἰ̃κόν σου πρòς τοὺς σούς καὶ ἀπάγγειλον αὐτοι̃ς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε |
20 καὶ ἀπη̃λθεν καὶ ἤρξατο κηρύσσειν ἐν τη̨̃ Δεκαπόλει ὅσα ἐποίησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ πάντες ἐθαύμαζον |
21 καὶ διαπεράσαντος του̃ ’Ιησου̃ ἐν τω̨̃ πλοίω̨ πάλιν εἰς τò πέραν συνήχθη ὄχλος πολὺς ἐπ' αὐτόν καὶ ἠ̃ν παρὰ τὴν θάλασσαν |
22 καὶ ἔρχεται εἱ̃ς τω̃ν ἀρχισυναγώγων ὀνόματι ’Ιάϊρος καὶ ἰδὼν αὐτòν πίπτει πρòς τοὺς πόδας αὐτου̃ |
23 καὶ παρακαλει̃ αὐτòν πολλὰ λέγων ὅτι τò θυγάτριόν μου ἐσχάτως ἔχει ἵνα ἐλθὼν ἐπιθη̨̃ς τὰς χει̃ρας αὐτη̨̃ ἵνα σωθη̨̃ καὶ ζήση̨ |
24 καὶ ἀπη̃λθεν μετ' αὐτου̃ καὶ ἠκολούθει αὐτω̨̃ ὄχλος πολύς καὶ συνέθλιβον αὐτόν |
25 καὶ γυνὴ οὐ̃σα ἐν ῥύσει αἵματος δώδεκα ἔτη |
26 καὶ πολλὰ παθου̃σα ὑπò πολλω̃ν ἰατρω̃ν καὶ δαπανήσασα τὰ παρ' αὐτη̃ς πάντα καὶ μηδὲν ὠφεληθει̃σα ἀλλὰ μα̃λλον εἰς τò χει̃ρον ἐλθου̃σα |
27 ἀκούσασα περὶ του̃ ’Ιησου̃ ἐλθου̃σα ἐν τω̨̃ ὄχλω̨ ὄπισθεν ἥψατο του̃ ἱματίου αὐτου̃ |
28 ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τω̃ν ἱματίων αὐτου̃ σωθήσομαι |
29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ του̃ αἵματος αὐτη̃ς καὶ ἔγνω τω̨̃ σώματι ὅτι ἴαται ἀπò τη̃ς μάστιγος |
30 καὶ εὐθὺς ὁ ’Ιησου̃ς ἐπιγνοὺς ἐν ἑαυτω̨̃ τὴν ἐξ αὐτου̃ δύναμιν ἐξελθου̃σαν ἐπιστραφεὶς ἐν τω̨̃ ὄχλω̨ ἔλεγεν τίς μου ἥψατο τω̃ν ἱματίων |
31 καὶ ἔλεγον αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ βλέπεις τòν ὄχλον συνθλίβοντά σε καὶ λέγεις τίς μου ἥψατο |
32 καὶ περιεβλέπετο ἰδει̃ν τὴν του̃το ποιήσασαν |
33 ἡ δὲ γυνὴ φοβηθει̃σα καὶ τρέμουσα εἰδυι̃α ὃ γέγονεν αὐτη̨̃ ἠ̃λθεν καὶ προσέπεσεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ πα̃σαν τὴν ἀλήθειαν |
34 ὁ δὲ εἰ̃πεν αὐτη̨̃ θυγάτηρ ἡ πίστις σου σέσωκέν σε ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπò τη̃ς μάστιγός σου |
35 ἔτι αὐτου̃ λαλου̃ντος ἔρχονται ἀπò του̃ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν τί ἔτι σκύλλεις τòν διδάσκαλον |
36 ὁ δὲ ’Ιησου̃ς παρακούσας τòν λόγον λαλούμενον λέγει τω̨̃ ἀρχισυναγώγω̨ μὴ φοβου̃ μόνον πίστευε |
37 καὶ οὐκ ἀφη̃κεν οὐδένα μετ' αὐτου̃ συνακολουθη̃σαι εἰ μὴ τòν πέτρον καὶ ’Ιάκωβον καὶ ’Ιωάννην τòν ἀδελφòν ’Ιακώβου |
38 καὶ ἔρχονται εἰς τòν οἰ̃κον του̃ ἀρχισυναγώγου καὶ θεωρει̃ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά |
39 καὶ εἰσελθὼν λέγει αὐτοι̃ς τί θορυβει̃σθε καὶ κλαίετε τò παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει |
40 καὶ κατεγέλων αὐτου̃ αὐτòς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τòν πατέρα του̃ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ' αὐτου̃ καὶ εἰσπορεύεται ὅπου ἠ̃ν τò παιδίον |
41 καὶ κρατήσας τη̃ς χειρòς του̃ παιδίου λέγει αὐτη̨̃ ταλιθα κουμ ὅ ἐστιν μεθερμηνευόμενον τò κοράσιον σοὶ λέγω ἔγειρε |
42 καὶ εὐθὺς ἀνέστη τò κοράσιον καὶ περιεπάτει ἠ̃ν γὰρ ἐτω̃ν δώδεκα καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλη̨ |
43 καὶ διεστείλατο αὐτοι̃ς πολλὰ ἵνα μηδεὶς γνοι̃ του̃το καὶ εἰ̃πεν δοθη̃ναι αὐτη̨̃ φαγει̃ν |