ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 6,
στἰχοι 14-29
14 καὶ ἤκουσεν ὁ βασιλεὺς ‘Ηρώ̨δης φανερòν γὰρ ἐγένετο τò ὄνομα αὐτου̃ καὶ ἔλεγον ὅτι ’Ιωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρω̃ν καὶ διὰ του̃το ἐνεργου̃σιν αἱ δυνάμεις ἐν αὐτω̨̃ |
15 ἄλλοι δὲ ἔλεγον ὅτι ’Ηλίας ἐστίν ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἱ̃ς τω̃ν προφητω̃ν |
16 ἀκούσας δὲ ὁ ‘Ηρώ̨δης ἔλεγεν ὃν ἐγὼ ἀπεκεφάλισα ’Ιωάννην οὑ̃τος ἠγέρθη |
17 αὐτòς γὰρ ὁ ‘Ηρώ̨δης ἀποστείλας ἐκράτησεν τòν ’Ιωάννην καὶ ἔδησεν αὐτòν ἐν φυλακη̨̃ διὰ ‘Ηρω̨διάδα τὴν γυναι̃κα Φιλίππου του̃ ἀδελφου̃ αὐτου̃ ὅτι αὐτὴν ἐγάμησεν |
18 ἔλεγεν γὰρ ὁ ’Ιωάννης τω̨̃ ‘Ηρώ̨δη̨ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναι̃κα του̃ ἀδελφου̃ σου |
19 ἡ δὲ ‘Ηρω̨διὰς ἐνει̃χεν αὐτω̨̃ καὶ ἤθελεν αὐτòν ἀποκτει̃ναι καὶ οὐκ ἠδύνατο |
20 ὁ γὰρ ‘Ηρώ̨δης ἐφοβει̃το τòν ’Ιωάννην εἰδὼς αὐτòν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτου̃ πολλὰ ἠπόρει καὶ ἡδέως αὐτου̃ ἤκουεν |
21 καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε ‘Ηρώ̨δης τοι̃ς γενεσίοις αὐτου̃ δει̃πνον ἐποίησεν τοι̃ς μεγιστα̃σιν αὐτου̃ καὶ τοι̃ς χιλιάρχοις καὶ τοι̃ς πρώτοις τη̃ς Γαλιλαίας |
22 καὶ εἰσελθούσης τη̃ς θυγατρòς αὐτου̃ ‘Ηρω̨διάδος καὶ ὀρχησαμένης ἤρεσεν τω̨̃ ‘Ηρώ̨δη̨ καὶ τοι̃ς συνανακειμένοις εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ κορασίω̨ αἴτησόν με ὃ ἐὰν θέλη̨ς καὶ δώσω σοι |
23 καὶ ὤμοσεν αὐτη̨̃ πολλά ὅ τι ἐάν με αἰτήση̨ς δώσω σοι ἕως ἡμίσους τη̃ς βασιλείας μου |
24 καὶ ἐξελθου̃σα εἰ̃πεν τη̨̃ μητρὶ αὐτη̃ς τί αἰτήσωμαι ἡ δὲ εἰ̃πεν τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτίζοντος |
25 καὶ εἰσελθου̃σα εὐθὺς μετὰ σπουδη̃ς πρòς τòν βασιλέα ἠ̨τήσατο λέγουσα θέλω ἵνα ἐξαυτη̃ς δω̨̃ς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτιστου̃ |
26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετη̃σαι αὐτήν |
27 καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτου̃ καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτòν ἐν τη̨̃ φυλακη̨̃ |
28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτου̃ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τω̨̃ κορασίω̨ καὶ τò κοράσιον ἔδωκεν αὐτὴν τη̨̃ μητρὶ αὐτη̃ς |
29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτου̃ ἠ̃λθον καὶ ἠ̃ραν τò πτω̃μα αὐτου̃ καὶ ἔθηκαν αὐτò ἐν μνημείω̨ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.