1 καὶ ἔλεγεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι εἰσίν τινες ὡ̃δε τω̃ν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν του̃ θεου̃ ἐληλυθυι̃αν ἐν δυνάμει |
2 καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ ’Ιησου̃ς τòν Πέτρον καὶ τòν ’Ιάκωβον καὶ τòν ’Ιωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλòν κατ' ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπροσθεν αὐτω̃ν |
3 καὶ τὰ ἱμάτια αὐτου̃ ἐγένετο στίλβοντα λευκὰ λίαν οἱ̃α γναφεὺς ἐπὶ τη̃ς γη̃ς οὐ δύναται οὕτως λευκα̃ναι |
4 καὶ ὤφθη αὐτοι̃ς ’Ηλίας σὺν Μωϋσει̃ καὶ ἠ̃σαν συλλαλου̃ντες τω̨̃ ’Ιησου̃ |
5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τω̨̃ ’Ιησου̃ ῥαββί καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι καὶ ποιήσωμεν τρει̃ς σκηνάς σοὶ μίαν καὶ Μωϋσει̃ μίαν καὶ ’Ηλία̨ μίαν |
6 οὐ γὰρ ἤ̨δει τί ἀποκριθη̨̃ ἔκφοβοι γὰρ ἐγένοντο |
7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοι̃ς καὶ ἐγένετο φωνὴ ἐκ τη̃ς νεφέλης οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἀκούετε αὐτου̃ |
8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἰ̃δον ἀλλὰ τòν ’Ιησου̃ν μόνον μεθ' ἑαυτω̃ν |
9 καὶ καταβαινόντων αὐτω̃ν ἐκ του̃ ὄρους διεστείλατο αὐτοι̃ς ἵνα μηδενὶ ἃ εἰ̃δον διηγήσωνται εἰ μὴ ὅταν ὁ υἱòς του̃ ἀνθρώπου ἐκ νεκρω̃ν ἀναστη̨̃ |
10 καὶ τòν λόγον ἐκράτησαν πρòς ἑαυτοὺς συζητου̃ντες τί ἐστιν τò ἐκ νεκρω̃ν ἀναστη̃ναι |
11 καὶ ἐπηρώτων αὐτòν λέγοντες ὅτι λέγουσιν οἱ γραμματει̃ς ὅτι ’Ηλίαν δει̃ ἐλθει̃ν πρω̃τον |
12 ὁ δὲ ἔφη αὐτοι̃ς ’Ηλίας μὲν ἐλθὼν πρω̃τον ἀποκαθιστάνει πάντα καὶ πω̃ς γέγραπται ἐπὶ τòν υἱòν του̃ ἀνθρώπου ἵνα πολλὰ πάθη̨ καὶ ἐξουδενηθη̨̃ |
13 ἀλλὰ λέγω ὑμι̃ν ὅτι καὶ ’Ηλίας ἐλήλυθεν καὶ ἐποίησαν αὐτω̨̃ ὅσα ἤθελον καθὼς γέγραπται ἐπ' αὐτόν |
14 καὶ ἐλθόντες πρòς τοὺς μαθητὰς εἰ̃δον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματει̃ς συζητου̃ντας πρòς αὐτούς |
15 καὶ εὐθὺς πα̃ς ὁ ὄχλος ἰδόντες αὐτòν ἐξεθαμβήθησαν καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν |
16 καὶ ἐπηρώτησεν αὐτούς τί συζητει̃τε πρòς αὐτούς |
17 καὶ ἀπεκρίθη αὐτω̨̃ εἱ̃ς ἐκ του̃ ὄχλου διδάσκαλε ἤνεγκα τòν υἱόν μου πρòς σέ ἔχοντα πνευ̃μα ἄλαλον |
18 καὶ ὅπου ἐὰν αὐτòν καταλάβη̨ ῥήσσει αὐτόν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται καὶ εἰ̃πα τοι̃ς μαθηται̃ς σου ἵνα αὐτò ἐκβάλωσιν καὶ οὐκ ἴσχυσαν |
19 ὁ δὲ ἀποκριθεὶς αὐτοι̃ς λέγει ὠ̃ γενεὰ ἄπιστος ἕως πότε πρòς ὑμα̃ς ἔσομαι ἕως πότε ἀνέξομαι ὑμω̃ν φέρετε αὐτòν πρός με |
20 καὶ ἤνεγκαν αὐτòν πρòς αὐτόν καὶ ἰδὼν αὐτòν τò πνευ̃μα εὐθὺς συνεσπάραξεν αὐτόν καὶ πεσὼν ἐπὶ τη̃ς γη̃ς ἐκυλίετο ἀφρίζων |
21 καὶ ἐπηρώτησεν τòν πατέρα αὐτου̃ πόσος χρόνος ἐστὶν ὡς του̃το γέγονεν αὐτω̨̃ ὁ δὲ εἰ̃πεν ἐκ παιδιόθεν |
22 καὶ πολλάκις καὶ εἰς πυ̃ρ αὐτòν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέση̨ αὐτόν ἀλλ' εἴ τι δύνη̨ βοήθησον ἡμι̃ν σπλαγχνισθεὶς ἐφ' ἡμα̃ς |
23 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ τò εἰ δύνη̨ πάντα δυνατὰ τω̨̃ πιστεύοντι |
24 εὐθὺς κράξας ὁ πατὴρ του̃ παιδίου ἔλεγεν πιστεύω βοήθει μου τη̨̃ ἀπιστία̨ |
25 ἰδὼν δὲ ὁ ’Ιησου̃ς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τω̨̃ πνεύματι τω̨̃ ἀκαθάρτω̨ λέγων αὐτω̨̃ τò ἄλαλον καὶ κωφòν πνευ̃μα ἐγὼ ἐπιτάσσω σοι ἔξελθε ἐξ αὐτου̃ καὶ μηκέτι εἰσέλθη̨ς εἰς αὐτόν |
26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξη̃λθεν καὶ ἐγένετο ὡσεὶ νεκρός ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν |
27 ὁ δὲ ’Ιησου̃ς κρατήσας τη̃ς χειρòς αὐτου̃ ἤγειρεν αὐτόν καὶ ἀνέστη |
28 καὶ εἰσελθόντος αὐτου̃ εἰς οἰ̃κον οἱ μαθηταὶ αὐτου̃ κατ' ἰδίαν ἐπηρώτων αὐτόν ὅτι ἡμει̃ς οὐκ ἠδυνήθημεν ἐκβαλει̃ν αὐτό |
29 καὶ εἰ̃πεν αὐτοι̃ς του̃το τò γένος ἐν οὐδενὶ δύναται ἐξελθει̃ν εἰ μὴ ἐν προσευχη̨̃ |
30 κἀκει̃θεν ἐξελθόντες παρεπορεύοντο διὰ τη̃ς Γαλιλαίας καὶ οὐκ ἤθελεν ἵνα τις γνοι̃ |
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτου̃ καὶ ἔλεγεν αὐτοι̃ς ὅτι ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται εἰς χει̃ρας ἀνθρώπων καὶ ἀποκτενου̃σιν αὐτόν καὶ ἀποκτανθεὶς μετὰ τρει̃ς ἡμέρας ἀναστήσεται |
32 οἱ δὲ ἠγνόουν τò ῥη̃μα καὶ ἐφοβου̃ντο αὐτòν ἐπερωτη̃σαι |
33 καὶ ἠ̃λθον εἰς Καφαρναούμ καὶ ἐν τη̨̃ οἰκία̨ γενόμενος ἐπηρώτα αὐτούς τί ἐν τη̨̃ ὁδω̨̃ διελογίζεσθε |
34 οἱ δὲ ἐσιώπων πρòς ἀλλήλους γὰρ διελέχθησαν ἐν τη̨̃ ὁδω̨̃ τίς μείζων |
35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοι̃ς εἴ τις θέλει πρω̃τος εἰ̃ναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος |
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτò ἐν μέσω̨ αὐτω̃ν καὶ ἐναγκαλισάμενος αὐτò εἰ̃πεν αὐτοι̃ς |
37 ὃς ἂν ἓν τω̃ν τοιούτων παιδίων δέξηται ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τòν ἀποστείλαντά με |
38 ἔφη αὐτω̨̃ ὁ ’Ιωάννης διδάσκαλε εἴδομέν τινα ἐν τω̨̃ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἠκολούθει ἡμι̃ν |
39 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τω̨̃ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογη̃σαί με |
40 ὃς γὰρ οὐκ ἔστιν καθ' ἡμω̃ν ὑπὲρ ἡμω̃ν ἐστιν |
41 ὃς γὰρ ἂν ποτίση̨ ὑμα̃ς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστου̃ ἐστε ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ ἀπολέση̨ τòν μισθòν αὐτου̃ |
42 καὶ ὃς ἂν σκανδαλίση̨ ἕνα τω̃ν μικρω̃ν τούτων τω̃ν πιστευόντων εἰς ἐμέ καλόν ἐστιν αὐτω̨̃ μα̃λλον εἰ περίκειται μύλος ὀνικòς περὶ τòν τράχηλον αὐτου̃ καὶ βέβληται εἰς τὴν θάλασσαν |
43 καὶ ἐὰν σκανδαλίζη̨ σε ἡ χείρ σου ἀπόκοψον αὐτήν καλόν ἐστίν σε κυλλòν εἰσελθει̃ν εἰς τὴν ζωὴν ἢ τὰς δύο χει̃ρας ἔχοντα ἀπελθει̃ν εἰς τὴν γέενναν εἰς τò πυ̃ρ τò ἄσβεστον |
44 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζη̨ σε ἀπόκοψον αὐτόν καλόν ἐστίν σε εἰσελθει̃ν εἰς τὴν ζωὴν χωλòν ἢ τοὺς δύο πόδας ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν |
45 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζη̨ σε ἔκβαλε αὐτόν καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν |
46 ὅπου ὁ σκώληξ αὐτω̃ν οὐ τελευτα̨̃ καὶ τò πυ̃ρ οὐ σβέννυται |
|
|
49 πα̃ς γὰρ πυρὶ ἁλισθήσεται |
50 καλòν τò ἅλας ἐὰν δὲ τò ἅλας ἄναλον γένηται ἐν τίνι αὐτò ἀρτύσετε ἔχετε ἐν ἑαυτοι̃ς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις |