1 καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτου̃ ἔδωκεν αὐτοι̃ς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πα̃σαν νόσον καὶ πα̃σαν μαλακίαν |
2 τω̃ν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταυ̃τα πρω̃τος Σίμων ὁ λεγόμενος Πέτρος καὶ ’Ανδρέας ὁ ἀδελφòς αὐτου̃ καὶ ’Ιάκωβος ὁ του̃ Ζεβεδαίου καὶ ’Ιωάννης ὁ ἀδελφòς αὐτου̃ |
3 Φίλιππος καὶ Βαρθολομαι̃ος θωμα̃ς καὶ Μαθθαι̃ος ὁ τελώνης ’Ιάκωβος ὁ του̃ ‘Αλφαίου καὶ Θαδδαι̃ος |
4 Σίμων ὁ Καναναι̃ος καὶ ’Ιούδας ὁ ’Ισκαριώτης ὁ καὶ παραδοὺς αὐτόν |
5 τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ’Ιησου̃ς παραγγείλας αὐτοι̃ς λέγων εἰς ὁδòν ἐθνω̃ν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτω̃ν μὴ εἰσέλθητε |
6 πορεύεσθε δὲ μα̃λλον πρòς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ’Ισραήλ |
7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τω̃ν οὐρανω̃ν |
8 ἀσθενου̃ντας θεραπεύετε νεκροὺς ἐγείρετε λεπροὺς καθαρίζετε δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε δωρεὰν δότε |
9 μὴ κτήσησθε χρυσòν μηδὲ ἄργυρον μηδὲ χαλκòν εἰς τὰς ζώνας ὑμω̃ν |
10 μὴ πήραν εἰς ὁδòν μηδὲ δύο χιτω̃νας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον ἄξιος γὰρ ὁ ἐργάτης τη̃ς τροφη̃ς αὐτου̃ |
11 εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε ἐξετάσατε τίς ἐν αὐτη̨̃ ἄξιός ἐστιν κἀκει̃ μείνατε ἕως ἂν ἐξέλθητε |
12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν |
13 καὶ ἐὰν μὲν ἠ̨̃ ἡ οἰκία ἀξία ἐλθάτω ἡ εἰρήνη ὑμω̃ν ἐπ' αὐτήν ἐὰν δὲ μὴ ἠ̨̃ ἀξία ἡ εἰρήνη ὑμω̃ν πρòς ὑμα̃ς ἐπιστραφήτω |
14 καὶ ὃς ἂν μὴ δέξηται ὑμα̃ς μηδὲ ἀκούση̨ τοὺς λόγους ὑμω̃ν ἐξερχόμενοι ἔξω τη̃ς οἰκίας ἢ τη̃ς πόλεως ἐκείνης ἐκτινάξατε τòν κονιορτòν τω̃ν ποδω̃ν ὑμω̃ν |
15 ἀμὴν λέγω ὑμι̃ν ἀνεκτότερον ἔσται γη̨̃ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρα̨ κρίσεως ἢ τη̨̃ πόλει ἐκείνη̨ |
16 ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμα̃ς ὡς πρόβατα ἐν μέσω̨ λύκων γίνεσθε οὐ̃ν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί |
17 προσέχετε δὲ ἀπò τω̃ν ἀνθρώπων παραδώσουσιν γὰρ ὑμα̃ς εἰς συνέδρια καὶ ἐν ται̃ς συναγωγαι̃ς αὐτω̃ν μαστιγώσουσιν ὑμα̃ς |
18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλει̃ς ἀχθήσεσθε ἕνεκεν ἐμου̃ εἰς μαρτύριον αὐτοι̃ς καὶ τοι̃ς ἔθνεσιν |
19 ὅταν δὲ παραδω̃σιν ὑμα̃ς μὴ μεριμνήσητε πω̃ς ἢ τί λαλήσητε δοθήσεται γὰρ ὑμι̃ν ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ τί λαλήσητε |
20 οὐ γὰρ ὑμει̃ς ἐστε οἱ λαλου̃ντες ἀλλὰ τò πνευ̃μα του̃ πατρòς ὑμω̃ν τò λαλου̃ν ἐν ὑμι̃ν |
21 παραδώσει δὲ ἀδελφòς ἀδελφòν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονει̃ς καὶ θανατώσουσιν αὐτούς |
22 καὶ ἔσεσθε μισούμενοι ὑπò πάντων διὰ τò ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος οὑ̃τος σωθήσεται |
23 ὅταν δὲ διώκωσιν ὑμα̃ς ἐν τη̨̃ πόλει ταύτη̨ φεύγετε εἰς τὴν ἑτέραν ἀμὴν γὰρ λέγω ὑμι̃ν οὐ μὴ τελέσητε τὰς πόλεις του̃ ’Ισραὴλ ἕως ἂν ἔλθη̨ ὁ υἱòς του̃ ἀνθρώπου |
24 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τòν διδάσκαλον οὐδὲ δου̃λος ὑπὲρ τòν κύριον αὐτου̃ |
25 ἀρκετòν τω̨̃ μαθητη̨̃ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτου̃ καὶ ὁ δου̃λος ὡς ὁ κύριος αὐτου̃ εἰ τòν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν πόσω̨ μα̃λλον τοὺς οἰκιακοὺς αὐτου̃ |
26 μὴ οὐ̃ν φοβηθη̃τε αὐτούς οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτòν ὃ οὐ γνωσθήσεται |
27 ὃ λέγω ὑμι̃ν ἐν τη̨̃ σκοτία̨ εἴπατε ἐν τω̨̃ φωτί καὶ ὃ εἰς τò οὐ̃ς ἀκούετε κηρύξατε ἐπὶ τω̃ν δωμάτων |
28 καὶ μὴ φοβει̃σθε ἀπò τω̃ν ἀποκτεννόντων τò σω̃μα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτει̃ναι φοβει̃σθε δὲ μα̃λλον τòν δυνάμενον καὶ ψυχὴν καὶ σω̃μα ἀπολέσαι ἐν γεέννη̨ |
29 οὐχὶ δύο στρουθία ἀσσαρίου πωλει̃ται καὶ ἓν ἐξ αὐτω̃ν οὐ πεσει̃ται ἐπὶ τὴν γη̃ν ἄνευ του̃ πατρòς ὑμω̃ν |
30 ὑμω̃ν δὲ καὶ αἱ τρίχες τη̃ς κεφαλη̃ς πα̃σαι ἠριθμημέναι εἰσίν |
31 μὴ οὐ̃ν φοβει̃σθε πολλω̃ν στρουθίων διαφέρετε ὑμει̃ς |
32 πα̃ς οὐ̃ν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τω̃ν ἀνθρώπων ὁμολογήσω κἀγὼ ἐν αὐτω̨̃ ἔμπροσθεν του̃ πατρός μου του̃ ἐν τοι̃ς οὐρανοι̃ς |
33 ὅστις δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τω̃ν ἀνθρώπων ἀρνήσομαι κἀγὼ αὐτòν ἔμπροσθεν του̃ πατρός μου του̃ ἐν τοι̃ς οὐρανοι̃ς |
34 μὴ νομίσητε ὅτι ἠ̃λθον βαλει̃ν εἰρήνην ἐπὶ τὴν γη̃ν οὐκ ἠ̃λθον βαλει̃ν εἰρήνην ἀλλὰ μάχαιραν |
35 ἠ̃λθον γὰρ διχάσαι ἄνθρωπον κατὰ του̃ πατρòς αὐτου̃ καὶ θυγατέρα κατὰ τη̃ς μητρòς αὐτη̃ς καὶ νύμφην κατὰ τη̃ς πενθερα̃ς αὐτη̃ς |
36 καὶ ἐχθροὶ του̃ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτου̃ |
37 ὁ φιλω̃ν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος καὶ ὁ φιλω̃ν υἱòν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος |
38 καὶ ὃς οὐ λαμβάνει τòν σταυρòν αὐτου̃ καὶ ἀκολουθει̃ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος |
39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτου̃ ἀπολέσει αὐτήν καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ εὑρήσει αὐτήν |
40 ὁ δεχόμενος ὑμα̃ς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τòν ἀποστείλαντά με |
41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθòν προφήτου λήμψεται καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθòν δικαίου λήμψεται |
42 καὶ ὃς ἂν ποτίση̨ ἕνα τω̃ν μικρω̃ν τούτων ποτήριον ψυχρου̃ μόνον εἰς ὄνομα μαθητου̃ ἀμὴν λέγω ὑμι̃ν οὐ μὴ ἀπολέση̨ τòν μισθòν αὐτου̃ |