ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 16,
στἰχοι 1-4
1 καὶ προσελθόντες οἱ Φαρισαι̃οι καὶ Σαδδουκαι̃οι πειράζοντες ἐπηρώτησαν αὐτòν σημει̃ον ἐκ του̃ οὐρανου̃ ἐπιδει̃ξαι αὐτοι̃ς |
2 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς ὀψίας γενομένης λέγετε εὐδία πυρράζει γὰρ ὁ οὐρανός |
3 καὶ πρωΐ σήμερον χειμών πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός τò μὲν πρόσωπον του̃ οὐρανου̃ γινώσκετε διακρίνειν τὰ δὲ σημει̃α τω̃ν καιρω̃ν οὐ δύνασθε |
4 γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημει̃ον ἐπιζητει̃ καὶ σημει̃ον οὐ δοθήσεται αὐτη̨̃ εἰ μὴ τò σημει̃ον ’Ιωνα̃ καὶ καταλιπὼν αὐτοὺς ἀπη̃λθεν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.