ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 16,
στἰχοι 24-27
24 τότε ὁ ’Ιησου̃ς εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ εἴ τις θέλει ὀπίσω μου ἐλθει̃ν ἀπαρνησάσθω ἑαυτòν καὶ ἀράτω τòν σταυρòν αὐτου̃ καὶ ἀκολουθείτω μοι |
25 ὃς γὰρ ἐὰν θέλη̨ τὴν ψυχὴν αὐτου̃ σω̃σαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ εὑρήσει αὐτήν |
26 τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τòν κόσμον ὅλον κερδήση̨ τὴν δὲ ψυχὴν αὐτου̃ ζημιωθη̨̃ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τη̃ς ψυχη̃ς αὐτου̃ |
27 μέλλει γὰρ ὁ υἱòς του̃ ἀνθρώπου ἔρχεσθαι ἐν τη̨̃ δόξη̨ του̃ πατρòς αὐτου̃ μετὰ τω̃ν ἀγγέλων αὐτου̃ καὶ τότε ἀποδώσει ἑκάστω̨ κατὰ τὴν πρα̃ξιν αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.