ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 18,
στἰχοι 1-9
1 ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ προση̃λθον οἱ μαθηταὶ τω̨̃ ’Ιησου̃ λέγοντες τίς ἄρα μείζων ἐστὶν ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν |
2 καὶ προσκαλεσάμενος παιδίον ἔστησεν αὐτò ἐν μέσω̨ αὐτω̃ν |
3 καὶ εἰ̃πεν ἀμὴν λέγω ὑμι̃ν ἐὰν μὴ στραφη̃τε καὶ γένησθε ὡς τὰ παιδία οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν |
4 ὅστις οὐ̃ν ταπεινώσει ἑαυτòν ὡς τò παιδίον του̃το οὑ̃τός ἐστιν ὁ μείζων ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν |
5 καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιου̃το ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται |
6 ὃς δ' ἂν σκανδαλίση̨ ἕνα τω̃ν μικρω̃ν τούτων τω̃ν πιστευόντων εἰς ἐμέ συμφέρει αὐτω̨̃ ἵνα κρεμασθη̨̃ μύλος ὀνικòς περὶ τòν τράχηλον αὐτου̃ καὶ καταποντισθη̨̃ ἐν τω̨̃ πελάγει τη̃ς θαλάσσης |
7 οὐαὶ τω̨̃ κόσμω̨ ἀπò τω̃ν σκανδάλων ἀνάγκη γὰρ ἐλθει̃ν τὰ σκάνδαλα πλὴν οὐαὶ τω̨̃ ἀνθρώπω̨ δι' οὑ̃ τò σκάνδαλον ἔρχεται |
8 εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε ἔκκοψον αὐτòν καὶ βάλε ἀπò σου̃ καλόν σοί ἐστιν εἰσελθει̃ν εἰς τὴν ζωὴν κυλλòν ἢ χωλόν ἢ δύο χει̃ρας ἢ δύο πόδας ἔχοντα βληθη̃ναι εἰς τò πυ̃ρ τò αἰώνιον |
9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε ἔξελε αὐτòν καὶ βάλε ἀπò σου̃ καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθει̃ν ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν του̃ πυρός |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.