1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ’Ιησου̃ς τοὺς λόγους τούτους μετη̃ρεν ἀπò τη̃ς Γαλιλαίας καὶ ἠ̃λθεν εἰς τὰ ὅρια τη̃ς ’Ιουδαίας πέραν του̃ ’Ιορδάνου |
2 καὶ ἠκολούθησαν αὐτω̨̃ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς ἐκει̃ |
3 καὶ προση̃λθον αὐτω̨̃ Φαρισαι̃οι πειράζοντες αὐτòν καὶ λέγοντες εἰ ἔξεστιν ἀνθρώπω̨ ἀπολυ̃σαι τὴν γυναι̃κα αὐτου̃ κατὰ πα̃σαν αἰτίαν |
4 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ' ἀρχη̃ς ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς |
5 καὶ εἰ̃πεν ἕνεκα τούτου καταλείψει ἄνθρωπος τòν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τη̨̃ γυναικὶ αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν |
6 ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία ὃ οὐ̃ν ὁ θεòς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω |
7 λέγουσιν αὐτω̨̃ τί οὐ̃ν Μωϋση̃ς ἐνετείλατο δου̃ναι βιβλίον ἀποστασίου καὶ ἀπολυ̃σαι αὐτήν |
8 λέγει αὐτοι̃ς ὅτι Μωϋση̃ς πρòς τὴν σκληροκαρδίαν ὑμω̃ν ἐπέτρεψεν ὑμι̃ν ἀπολυ̃σαι τὰς γυναι̃κας ὑμω̃ν ἀπ' ἀρχη̃ς δὲ οὐ γέγονεν οὕτως |
9 λέγω δὲ ὑμι̃ν ὅτι ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ μὴ ἐπὶ πορνεία̨ καὶ γαμήση̨ ἄλλην μοιχα̃ται |
10 λέγουσιν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ εἰ οὕτως ἐστὶν ἡ αἰτία του̃ ἀνθρώπου μετὰ τη̃ς γυναικός οὐ συμφέρει γαμη̃σαι |
11 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς οὐ πάντες χωρου̃σιν τòν λόγον του̃τον ἀλλ' οἱ̃ς δέδοται |
12 εἰσὶν γὰρ εὐνου̃χοι οἵτινες ἐκ κοιλίας μητρòς ἐγεννήθησαν οὕτως καὶ εἰσὶν εὐνου̃χοι οἵτινες εὐνουχίσθησαν ὑπò τω̃ν ἀνθρώπων καὶ εἰσὶν εὐνου̃χοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τω̃ν οὐρανω̃ν ὁ δυνάμενος χωρει̃ν χωρείτω |
13 τότε προσηνέχθησαν αὐτω̨̃ παιδία ἵνα τὰς χει̃ρας ἐπιθη̨̃ αὐτοι̃ς καὶ προσεύξηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοι̃ς |
14 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθει̃ν πρός με τω̃ν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τω̃ν οὐρανω̃ν |
15 καὶ ἐπιθεὶς τὰς χει̃ρας αὐτοι̃ς ἐπορεύθη ἐκει̃θεν |
16 καὶ ἰδοὺ εἱ̃ς προσελθὼν αὐτω̨̃ εἰ̃πεν διδάσκαλε τί ἀγαθòν ποιήσω ἵνα σχω̃ ζωὴν αἰώνιον |
17 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ τί με ἐρωτα̨̃ς περὶ του̃ ἀγαθου̃ εἱ̃ς ἐστιν ὁ ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθει̃ν τήρησον τὰς ἐντολάς |
18 λέγει αὐτω̨̃ ποίας ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν τò οὐ φονεύσεις οὐ μοιχεύσεις οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις |
19 τίμα τòν πατέρα καὶ τὴν μητέρα καί ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν |
20 λέγει αὐτω̨̃ ὁ νεανίσκος πάντα ταυ̃τα ἐφύλαξα τί ἔτι ὑστερω̃ |
21 ἔφη αὐτω̨̃ ὁ ’Ιησου̃ς εἰ θέλεις τέλειος εἰ̃ναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δòς τοι̃ς πτωχοι̃ς καὶ ἕξεις θησαυρòν ἐν οὐρανοι̃ς καὶ δευ̃ρο ἀκολούθει μοι |
22 ἀκούσας δὲ ὁ νεανίσκος τòν λόγον ἀπη̃λθεν λυπούμενος ἠ̃ν γὰρ ἔχων κτήματα πολλά |
23 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ ἀμὴν λέγω ὑμι̃ν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν |
24 πάλιν δὲ λέγω ὑμι̃ν εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθει̃ν ἢ πλούσιον εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃ |
25 ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες τίς ἄρα δύναται σωθη̃ναι |
26 ἐμβλέψας δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς παρὰ ἀνθρώποις του̃το ἀδύνατόν ἐστιν παρὰ δὲ θεω̨̃ πάντα δυνατά |
27 τότε ἀποκριθεὶς ὁ Πέτρος εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἡμει̃ς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμι̃ν |
28 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι ὑμει̃ς οἱ ἀκολουθήσαντές μοι ἐν τη̨̃ παλιγγενεσία̨ ὅταν καθίση̨ ὁ υἱòς του̃ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτου̃ καθήσεσθε καὶ ὑμει̃ς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς του̃ ’Ισραήλ |
29 καὶ πα̃ς ὅστις ἀφη̃κεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν του̃ ὀνόματός μου ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει |
30 πολλοὶ δὲ ἔσονται πρω̃τοι ἔσχατοι καὶ ἔσχατοι πρω̃τοι |