Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 23

1 τότε ὁ ’Ιησου̃ς ἐλάλησεν τοι̃ς ὄχλοις καὶ τοι̃ς μαθηται̃ς αὐτου̃
2 λέγων ἐπὶ τη̃ς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι
3 πάντα οὐ̃ν ὅσα ἐὰν εἴπωσιν ὑμι̃ν ποιήσατε καὶ τηρει̃τε κατὰ δὲ τὰ ἔργα αὐτω̃ν μὴ ποιει̃τε λέγουσιν γὰρ καὶ οὐ ποιου̃σιν
4 δεσμεύουσιν δὲ φορτία βαρέα καὶ δυσβάστακτα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τω̃ν ἀνθρώπων αὐτοὶ δὲ τω̨̃ δακτύλω̨ αὐτω̃ν οὐ θέλουσιν κινη̃σαι αὐτά
5 πάντα δὲ τὰ ἔργα αὐτω̃ν ποιου̃σιν πρòς τò θεαθη̃ναι τοι̃ς ἀνθρώποις πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτω̃ν καὶ μεγαλύνουσιν τὰ κράσπεδα
6 φιλου̃σιν δὲ τὴν πρωτοκλισίαν ἐν τοι̃ς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ται̃ς συναγωγαι̃ς
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ται̃ς ἀγοραι̃ς καὶ καλει̃σθαι ὑπò τω̃ν ἀνθρώπων ῥαββί
8 ὑμει̃ς δὲ μὴ κληθη̃τε ῥαββί εἱ̃ς γάρ ἐστιν ὑμω̃ν ὁ διδάσκαλος πάντες δὲ ὑμει̃ς ἀδελφοί ἐστε
9 καὶ πατέρα μὴ καλέσητε ὑμω̃ν ἐπὶ τη̃ς γη̃ς εἱ̃ς γάρ ἐστιν ὑμω̃ν ὁ πατὴρ ὁ οὐράνιος
10 μηδὲ κληθη̃τε καθηγηταί ὅτι καθηγητὴς ὑμω̃ν ἐστιν εἱ̃ς ὁ Χριστός
11 ὁ δὲ μείζων ὑμω̃ν ἔσται ὑμω̃ν διάκονος
12 ὅστις δὲ ὑψώσει ἑαυτòν ταπεινωθήσεται καὶ ὅστις ταπεινώσει ἑαυτòν ὑψωθήσεται
13 οὐαὶ δὲ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι κατεσθίετε τὰς οἰκίας τω̃ν χηρω̃ν καὶ προφάσει μακρὰ προσευχόμενοι διὰ του̃το λήψεσθε περισσότερον κρι̃μα)
14 οὐαὶ δὲ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι κλείετε τὴν βασιλείαν τω̃ν οὐρανω̃ν ἔμπροσθεν τω̃ν ἀνθρώπων ὑμει̃ς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθει̃ν
15 οὐαὶ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιη̃σαι ἕνα προσήλυτον καὶ ὅταν γένηται ποιει̃τε αὐτòν υἱòν γεέννης διπλότερον ὑμω̃ν
16 οὐαὶ ὑμι̃ν ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες ὃς ἂν ὀμόση̨ ἐν τω̨̃ ναω̨̃ οὐδέν ἐστιν ὃς δ' ἂν ὀμόση̨ ἐν τω̨̃ χρυσω̨̃ του̃ ναου̃ ὀφείλει
17 μωροὶ καὶ τυφλοί τίς γὰρ μείζων ἐστίν ὁ χρυσòς ἢ ὁ ναòς ὁ ἁγιάσας τòν χρυσόν
18 καί ὃς ἂν ὀμόση̨ ἐν τω̨̃ θυσιαστηρίω̨ οὐδέν ἐστιν ὃς δ' ἂν ὀμόση̨ ἐν τω̨̃ δώρω̨ τω̨̃ ἐπάνω αὐτου̃ ὀφείλει
19 τυφλοί τί γὰρ μει̃ζον τò δω̃ρον ἢ τò θυσιαστήριον τò ἁγιάζον τò δω̃ρον
20 ὁ οὐ̃ν ὀμόσας ἐν τω̨̃ θυσιαστηρίω̨ ὀμνύει ἐν αὐτω̨̃ καὶ ἐν πα̃σι τοι̃ς ἐπάνω αὐτου̃
21 καὶ ὁ ὀμόσας ἐν τω̨̃ ναω̨̃ ὀμνύει ἐν αὐτω̨̃ καὶ ἐν τω̨̃ κατοικου̃ντι αὐτόν
22 καὶ ὁ ὀμόσας ἐν τω̨̃ οὐρανω̨̃ ὀμνύει ἐν τω̨̃ θρόνω̨ του̃ θεου̃ καὶ ἐν τω̨̃ καθημένω̨ ἐπάνω αὐτου̃
23 οὐαὶ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι ἀποδεκατου̃τε τò ἡδύοσμον καὶ τò ἄνηθον καὶ τò κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα του̃ νόμου τὴν κρίσιν καὶ τò ἔλεος καὶ τὴν πίστιν ταυ̃τα δὲ ἔδει ποιη̃σαι κἀκει̃να μὴ ἀφιέναι
24 ὁδηγοὶ τυφλοί οἱ διϋλίζοντες τòν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες
25 οὐαὶ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι καθαρίζετε τò ἔξωθεν του̃ ποτηρίου καὶ τη̃ς παροψίδος ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγη̃ς καὶ ἀκρασίας
26 φαρισαι̃ε τυφλέ καθάρισον πρω̃τον τò ἐντòς του̃ ποτηρίου ἵνα γένηται καὶ τò ἐκτòς αὐτου̃ καθαρόν
27 οὐαὶ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραι̃οι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρω̃ν καὶ πάσης ἀκαθαρσίας
28 οὕτως καὶ ὑμει̃ς ἔξωθεν μὲν φαίνεσθε τοι̃ς ἀνθρώποις δίκαιοι ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας
29 οὐαὶ ὑμι̃ν γραμματει̃ς καὶ Φαρισαι̃οι ὑποκριταί ὅτι οἰκοδομει̃τε τοὺς τάφους τω̃ν προφητω̃ν καὶ κοσμει̃τε τὰ μνημει̃α τω̃ν δικαίων
30 καὶ λέγετε εἰ ἤμεθα ἐν ται̃ς ἡμέραις τω̃ν πατέρων ἡμω̃ν οὐκ ἂν ἤμεθα αὐτω̃ν κοινωνοὶ ἐν τω̨̃ αἵματι τω̃ν προφητω̃ν
31 ὥστε μαρτυρει̃τε ἑαυτοι̃ς ὅτι υἱοί ἐστε τω̃ν φονευσάντων τοὺς προφήτας
32 καὶ ὑμει̃ς πληρώσατε τò μέτρον τω̃ν πατέρων ὑμω̃ν
33 ὄφεις γεννήματα ἐχιδνω̃ν πω̃ς φύγητε ἀπò τη̃ς κρίσεως τη̃ς γεέννης
34 διὰ του̃το ἰδοὺ ἐγὼ ἀποστέλλω πρòς ὑμα̃ς προφήτας καὶ σοφοὺς καὶ γραμματει̃ς ἐξ αὐτω̃ν ἀποκτενει̃τε καὶ σταυρώσετε καὶ ἐξ αὐτω̃ν μαστιγώσετε ἐν ται̃ς συναγωγαι̃ς ὑμω̃ν καὶ διώξετε ἀπò πόλεως εἰς πόλιν
35 ὅπως ἔλθη̨ ἐφ' ὑμα̃ς πα̃ν αἱ̃μα δίκαιον ἐκχυννόμενον ἐπὶ τη̃ς γη̃ς ἀπò του̃ αἵματος ‘Άβελ του̃ δικαίου ἕως του̃ αἵματος Ζαχαρίου υἱου̃ Βαραχίου ὃν ἐφονεύσατε μεταξὺ του̃ ναου̃ καὶ του̃ θυσιαστηρίου
36 ἀμὴν λέγω ὑμι̃ν ἥξει ταυ̃τα πάντα ἐπὶ τὴν γενεὰν ταύτην
37 ’Ιερουσαλὴμ ’Ιερουσαλήμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολου̃σα τοὺς ἀπεσταλμένους πρòς αὐτήν ποσάκις ἠθέλησα ἐπισυναγαγει̃ν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτη̃ς ὑπò τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε
38 ἰδοὺ ἀφίεται ὑμι̃ν ὁ οἰ̃κος ὑμω̃ν ἔρημος
39 λέγω γὰρ ὑμι̃ν οὐ μή με ἴδητε ἀπ' ἄρτι ἕως ἂν εἴπητε εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 24

1 καὶ ἐξελθὼν ὁ ’Ιησου̃ς ἀπò του̃ ἱερου̃ ἐπορεύετο καὶ προση̃λθον οἱ μαθηταὶ αὐτου̃ ἐπιδει̃ξαι αὐτω̨̃ τὰς οἰκοδομὰς του̃ ἱερου̃
2 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς οὐ βλέπετε ταυ̃τα πάντα ἀμὴν λέγω ὑμι̃ν οὐ μὴ ἀφεθη̨̃ ὡ̃δε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται
3 καθημένου δὲ αὐτου̃ ἐπὶ του̃ ὄρους τω̃ν ἐλαιω̃ν προση̃λθον αὐτω̨̃ οἱ μαθηταὶ κατ' ἰδίαν λέγοντες εἰπὲ ἡμι̃ν πότε ταυ̃τα ἔσται καὶ τί τò σημει̃ον τη̃ς ση̃ς παρουσίας καὶ συντελείας του̃ αἰω̃νος
4 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς βλέπετε μή τις ὑμα̃ς πλανήση̨
5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τω̨̃ ὀνόματί μου λέγοντες ἐγώ εἰμι ὁ Χριστός καὶ πολλοὺς πλανήσουσιν
6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων ὁρα̃τε μὴ θροει̃σθε δει̃ γὰρ γενέσθαι ἀλλ' οὔπω ἐστὶν τò τέλος
7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους
8 πάντα δὲ ταυ̃τα ἀρχὴ ὠδίνων
9 τότε παραδώσουσιν ὑμα̃ς εἰς θλι̃ψιν καὶ ἀποκτενου̃σιν ὑμα̃ς καὶ ἔσεσθε μισούμενοι ὑπò πάντων τω̃ν ἐθνω̃ν διὰ τò ὄνομά μου
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους
11 καὶ πολλοὶ ψευδοπροφη̃ται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς
12 καὶ διὰ τò πληθυνθη̃ναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τω̃ν πολλω̃ν
13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὑ̃τος σωθήσεται
14 καὶ κηρυχθήσεται του̃το τò εὐαγγέλιον τη̃ς βασιλείας ἐν ὅλη̨ τη̨̃ οἰκουμένη̨ εἰς μαρτύριον πα̃σιν τοι̃ς ἔθνεσιν καὶ τότε ἥξει τò τέλος
15 ὅταν οὐ̃ν ἴδητε τò βδέλυγμα τη̃ς ἐρημώσεως τò ῥηθὲν διὰ Δανιὴλ του̃ προφήτου ἑστòς ἐν τόπω̨ ἁγίω̨ ὁ ἀναγινώσκων νοείτω
16 τότε οἱ ἐν τη̨̃ ’Ιουδαία̨ φευγέτωσαν εἰς τὰ ὄρη
17 ὁ ἐπὶ του̃ δώματος μὴ καταβάτω ἀ̃ραι τὰ ἐκ τη̃ς οἰκίας αὐτου̃
18 καὶ ὁ ἐν τω̨̃ ἀγρω̨̃ μὴ ἐπιστρεψάτω ὀπίσω ἀ̃ραι τò ἱμάτιον αὐτου̃
19 οὐαὶ δὲ ται̃ς ἐν γαστρὶ ἐχούσαις καὶ ται̃ς θηλαζούσαις ἐν ἐκείναις ται̃ς ἡμέραις
20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμω̃ν χειμω̃νος μηδὲ σαββάτω̨
21 ἔσται γὰρ τότε θλι̃ψις μεγάλη οἵα οὐ γέγονεν ἀπ' ἀρχη̃ς κόσμου ἕως του̃ νυ̃ν οὐδ' οὐ μὴ γένηται
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκει̃ναι οὐκ ἂν ἐσώθη πα̃σα σάρξ διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκει̃ναι
23 τότε ἐάν τις ὑμι̃ν εἴπη̨ ἰδοὺ ὡ̃δε ὁ Χριστός ἤ ὡ̃δε μὴ πιστεύσητε
24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφη̃ται καὶ δώσουσιν σημει̃α μεγάλα καὶ τέρατα ὥστε πλανη̃σαι εἰ δυνατόν καὶ τοὺς ἐκλεκτούς
25 ἰδοὺ προείρηκα ὑμι̃ν
26 ἐὰν οὐ̃ν εἴπωσιν ὑμι̃ν ἰδοὺ ἐν τη̨̃ ἐρήμω̨ ἐστίν μὴ ἐξέλθητε ἰδοὺ ἐν τοι̃ς ταμείοις μὴ πιστεύσητε
27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπò ἀνατολω̃ν καὶ φαίνεται ἕως δυσμω̃ν οὕτως ἔσται ἡ παρουσία του̃ υἱου̃ του̃ ἀνθρώπου
28 ὅπου ἐὰν ἠ̨̃ τò πτω̃μα ἐκει̃ συναχθήσονται οἱ ἀετοί
29 εὐθέως δὲ μετὰ τὴν θλι̃ψιν τω̃ν ἡμερω̃ν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τò φέγγος αὐτη̃ς καὶ οἱ ἀστέρες πεσου̃νται ἀπò του̃ οὐρανου̃ καὶ αἱ δυνάμεις τω̃ν οὐρανω̃ν σαλευθήσονται
30 καὶ τότε φανήσεται τò σημει̃ον του̃ υἱου̃ του̃ ἀνθρώπου ἐν οὐρανω̨̃ καὶ τότε κόψονται πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς καὶ ὄψονται τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐπὶ τω̃ν νεφελω̃ν του̃ οὐρανου̃ μετὰ δυνάμεως καὶ δόξης πολλη̃ς
31 καὶ ἀποστελει̃ τοὺς ἀγγέλους αὐτου̃ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτου̃ ἐκ τω̃ν τεσσάρων ἀνέμων ἀπ' ἄκρων οὐρανω̃ν ἕως τω̃ν ἄκρων αὐτω̃ν
32 ἀπò δὲ τη̃ς συκη̃ς μάθετε τὴν παραβολήν ὅταν ἤδη ὁ κλάδος αὐτη̃ς γένηται ἁπαλòς καὶ τὰ φύλλα ἐκφύη̨ γινώσκετε ὅτι ἐγγὺς τò θέρος
33 οὕτως καὶ ὑμει̃ς ὅταν ἴδητε πάντα ταυ̃τα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις
34 ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ παρέλθη̨ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταυ̃τα γένηται
35 ὁ οὐρανòς καὶ ἡ γη̃ παρελεύσεται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν
36 περὶ δὲ τη̃ς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἰ̃δεν οὐδὲ οἱ ἄγγελοι τω̃ν οὐρανω̃ν οὐδὲ ὁ υἱός εἰ μὴ ὁ πατὴρ μόνος
37 ὥσπερ γὰρ αἱ ἡμέραι του̃ Νω̃ε οὕτως ἔσται ἡ παρουσία του̃ υἱου̃ του̃ ἀνθρώπου
38 ὡς γὰρ ἠ̃σαν ἐν ται̃ς ἡμέραις ἐκείναις ται̃ς πρò του̃ κατακλυσμου̃ τρώγοντες καὶ πίνοντες γαμου̃ντες καὶ γαμίζοντες ἄχρι ἡ̃ς ἡμέρας εἰση̃λθεν Νω̃ε εἰς τὴν κιβωτόν
39 καὶ οὐκ ἔγνωσαν ἕως ἠ̃λθεν ὁ κατακλυσμòς καὶ ἠ̃ρεν ἅπαντας οὕτως ἔσται καὶ ἡ παρουσία του̃ υἱου̃ του̃ ἀνθρώπου
40 τότε δύο ἔσονται ἐν τω̨̃ ἀγρω̨̃ εἱ̃ς παραλαμβάνεται καὶ εἱ̃ς ἀφίεται
41 δύο ἀλήθουσαι ἐν τω̨̃ μύλω̨ μία παραλαμβάνεται καὶ μία ἀφίεται
42 γρηγορει̃τε οὐ̃ν ὅτι οὐκ οἴδατε ποία̨ ἡμέρα̨ ὁ κύριος ὑμω̃ν ἔρχεται
43 ἐκει̃νο δὲ γινώσκετε ὅτι εἰ ἤ̨δει ὁ οἰκοδεσπότης ποία̨ φυλακη̨̃ ὁ κλέπτης ἔρχεται ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθη̃ναι τὴν οἰκίαν αὐτου̃
44 διὰ του̃το καὶ ὑμει̃ς γίνεσθε ἕτοιμοι ὅτι ἡ̨̃ οὐ δοκει̃τε ὥρα̨ ὁ υἱòς του̃ ἀνθρώπου ἔρχεται
45 τίς ἄρα ἐστὶν ὁ πιστòς δου̃λος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τη̃ς οἰκετείας αὐτου̃ του̃ δου̃ναι αὐτοι̃ς τὴν τροφὴν ἐν καιρω̨̃
46 μακάριος ὁ δου̃λος ἐκει̃νος ὃν ἐλθὼν ὁ κύριος αὐτου̃ εὑρήσει οὕτως ποιου̃ντα
47 ἀμὴν λέγω ὑμι̃ν ὅτι ἐπὶ πα̃σιν τοι̃ς ὑπάρχουσιν αὐτου̃ καταστήσει αὐτόν
48 ἐὰν δὲ εἴπη̨ ὁ κακòς δου̃λος ἐκει̃νος ἐν τη̨̃ καρδία̨ αὐτου̃ χρονίζει μου ὁ κύριος
49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτου̃ ἐσθίη̨ δὲ καὶ πίνη̨ μετὰ τω̃ν μεθυόντων
50 ἥξει ὁ κύριος του̃ δούλου ἐκείνου ἐν ἡμέρα̨ ἡ̨̃ οὐ προσδοκα̨̃ καὶ ἐν ὥρα̨ ἡ̨̃ οὐ γινώσκει
51 καὶ διχοτομήσει αὐτòν καὶ τò μέρος αὐτου̃ μετὰ τω̃ν ὑποκριτω̃ν θήσει ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 25

1 τότε ὁμοιωθήσεται ἡ βασιλεία τω̃ν οὐρανω̃ν δέκα παρθένοις αἵτινες λαβου̃σαι τὰς λαμπάδας ἑαυτω̃ν ἐξη̃λθον εἰς ὑπάντησιν του̃ νυμφίου
2 πέντε δὲ ἐξ αὐτω̃ν ἠ̃σαν μωραὶ καὶ πέντε φρόνιμοι
3 αἱ γὰρ μωραὶ λαβου̃σαι τὰς λαμπάδας αὐτω̃ν οὐκ ἔλαβον μεθ' ἑαυτω̃ν ἔλαιον
4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοι̃ς ἀγγείοις μετὰ τω̃ν λαμπάδων ἑαυτω̃ν
5 χρονίζοντος δὲ του̃ νυμφίου ἐνύσταξαν πα̃σαι καὶ ἐκάθευδον
6 μέσης δὲ νυκτòς κραυγὴ γέγονεν ἰδοὺ ὁ νυμφίος ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτου̃
7 τότε ἠγέρθησαν πα̃σαι αἱ παρθένοι ἐκει̃ναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτω̃ν
8 αἱ δὲ μωραὶ ται̃ς φρονίμοις εἰ̃παν δότε ἡμι̃ν ἐκ του̃ ἐλαίου ὑμω̃ν ὅτι αἱ λαμπάδες ἡμω̃ν σβέννυνται
9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι μήποτε οὐ μὴ ἀρκέση̨ ἡμι̃ν καὶ ὑμι̃ν πορεύεσθε μα̃λλον πρòς τοὺς πωλου̃ντας καὶ ἀγοράσατε ἑαυται̃ς
10 ἀπερχομένων δὲ αὐτω̃ν ἀγοράσαι ἠ̃λθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰση̃λθον μετ' αὐτου̃ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα
11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι κύριε κύριε ἄνοιξον ἡμι̃ν
12 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ἀμὴν λέγω ὑμι̃ν οὐκ οἰ̃δα ὑμα̃ς
13 γρηγορει̃τε οὐ̃ν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν
14 ὥσπερ γὰρ ἄνθρωπος ἀποδημω̃ν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοι̃ς τὰ ὑπάρχοντα αὐτου̃
15 καὶ ὡ̨̃ μὲν ἔδωκεν πέντε τάλαντα ὡ̨̃ δὲ δύο ὡ̨̃ δὲ ἕν ἑκάστω̨ κατὰ τὴν ἰδίαν δύναμιν καὶ ἀπεδήμησεν εὐθέως
16 πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοι̃ς καὶ ἐκέρδησεν ἄλλα πέντε
17 ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο
18 ὁ δὲ τò ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γη̃ν καὶ ἔκρυψεν τò ἀργύριον του̃ κυρίου αὐτου̃
19 μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τω̃ν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ' αὐτω̃ν
20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων κύριε πέντε τάλαντά μοι παρέδωκας ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα
21 ἔφη αὐτω̨̃ ὁ κύριος αὐτου̃ εὐ̃ δου̃λε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἠ̃ς πιστός ἐπὶ πολλω̃ν σε καταστήσω εἴσελθε εἰς τὴν χαρὰν του̃ κυρίου σου
22 προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα εἰ̃πεν κύριε δύο τάλαντά μοι παρέδωκας ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα
23 ἔφη αὐτω̨̃ ὁ κύριος αὐτου̃ εὐ̃ δου̃λε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἠ̃ς πιστός ἐπὶ πολλω̃ν σε καταστήσω εἴσελθε εἰς τὴν χαρὰν του̃ κυρίου σου
24 προσελθὼν δὲ καὶ ὁ τò ἓν τάλαντον εἰληφὼς εἰ̃πεν κύριε ἔγνων σε ὅτι σκληρòς εἰ̃ ἄνθρωπος θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας
25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τò τάλαντόν σου ἐν τη̨̃ γη̨̃ ἴδε ἔχεις τò σόν
26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτου̃ εἰ̃πεν αὐτω̨̃ πονηρὲ δου̃λε καὶ ὀκνηρέ ἤ̨δεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα
27 ἔδει σε οὐ̃ν βαλει̃ν τὰ ἀργύριά μου τοι̃ς τραπεζίταις καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τò ἐμòν σὺν τόκω̨
28 ἄρατε οὐ̃ν ἀπ' αὐτου̃ τò τάλαντον καὶ δότε τω̨̃ ἔχοντι τὰ δέκα τάλαντα
29 τω̨̃ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται του̃ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτου̃
30 καὶ τòν ἀχρει̃ον δου̃λον ἐκβάλετε εἰς τò σκότος τò ἐξώτερον ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων
31 ὅταν δὲ ἔλθη̨ ὁ υἱòς του̃ ἀνθρώπου ἐν τη̨̃ δόξη̨ αὐτου̃ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτου̃ τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτου̃
32 καὶ συναχθήσονται ἔμπροσθεν αὐτου̃ πάντα τὰ ἔθνη καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπò τω̃ν ἐρίφων
33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιω̃ν αὐτου̃ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων
34 τότε ἐρει̃ ὁ βασιλεὺς τοι̃ς ἐκ δεξιω̃ν αὐτου̃ δευ̃τε οἱ εὐλογημένοι του̃ πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμι̃ν βασιλείαν ἀπò καταβολη̃ς κόσμου
35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγει̃ν ἐδίψησα καὶ ἐποτίσατέ με ξένος ἤμην καὶ συνηγάγετέ με
36 γυμνòς καὶ περιεβάλετέ με ἠσθένησα καὶ ἐπεσκέψασθέ με ἐν φυλακη̨̃ ἤμην καὶ ἤλθατε πρός με
37 τότε ἀποκριθήσονται αὐτω̨̃ οἱ δίκαιοι λέγοντες κύριε πότε σε εἴδομεν πεινω̃ντα καὶ ἐθρέψαμεν ἢ διψω̃ντα καὶ ἐποτίσαμεν
38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν ἢ γυμνòν καὶ περιεβάλομεν
39 πότε δέ σε εἴδομεν ἀσθενου̃ντα ἢ ἐν φυλακη̨̃ καὶ ἤλθομεν πρός σε
40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρει̃ αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τω̃ν ἀδελφω̃ν μου τω̃ν ἐλαχίστων ἐμοὶ ἐποιήσατε
41 τότε ἐρει̃ καὶ τοι̃ς ἐξ εὐωνύμων πορεύεσθε ἀπ' ἐμου̃ οἱ κατηραμένοι εἰς τò πυ̃ρ τò αἰώνιον τò ἡτοιμασμένον τω̨̃ διαβόλω̨ καὶ τοι̃ς ἀγγέλοις αὐτου̃
42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγει̃ν ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με
43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με γυμνòς καὶ οὐ περιεβάλετέ με ἀσθενὴς καὶ ἐν φυλακη̨̃ καὶ οὐκ ἐπεσκέψασθέ με
44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες κύριε πότε σε εἴδομεν πεινω̃ντα ἢ διψω̃ντα ἢ ξένον ἢ γυμνòν ἢ ἀσθενη̃ ἢ ἐν φυλακη̨̃ καὶ οὐ διηκονήσαμέν σοι
45 τότε ἀποκριθήσεται αὐτοι̃ς λέγων ἀμὴν λέγω ὑμι̃ν ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τω̃ν ἐλαχίστων οὐδὲ ἐμοὶ ἐποιήσατε
46 καὶ ἀπελεύσονται οὑ̃τοι εἰς κόλασιν αἰώνιον οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.