Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 5,  στἰχοι 20-48

20 λέγω γὰρ ὑμι̃ν ὅτι ἐὰν μὴ περισσεύση̨ ὑμω̃ν ἡ δικαιοσύνη πλει̃ον τω̃ν γραμματέων καὶ Φαρισαίων οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν
21 ἠκούσατε ὅτι ἐρρέθη τοι̃ς ἀρχαίοις οὐ φονεύσεις ὃς δ' ἂν φονεύση̨ ἔνοχος ἔσται τη̨̃ κρίσει
22 ἐγὼ δὲ λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ ὀργιζόμενος τω̨̃ ἀδελφω̨̃ αὐτου̃ ἔνοχος ἔσται τη̨̃ κρίσει ὃς δ' ἂν εἴπη̨ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ ῥακά ἔνοχος ἔσται τω̨̃ συνεδρίω̨ ὃς δ' ἂν εἴπη̨ μωρέ ἔνοχος ἔσται εἰς τὴν γέενναν του̃ πυρός
23 ἐὰν οὐ̃ν προσφέρη̨ς τò δω̃ρόν σου ἐπὶ τò θυσιαστήριον κἀκει̃ μνησθη̨̃ς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σου̃
24 ἄφες ἐκει̃ τò δω̃ρόν σου ἔμπροσθεν του̃ θυσιαστηρίου καὶ ὕπαγε πρω̃τον διαλλάγηθι τω̨̃ ἀδελφω̨̃ σου καὶ τότε ἐλθὼν πρόσφερε τò δω̃ρόν σου
25 ἴσθι εὐνοω̃ν τω̨̃ ἀντιδίκω̨ σου ταχὺ ἕως ὅτου εἰ̃ μετ' αὐτου̃ ἐν τη̨̃ ὁδω̨̃ μήποτέ σε παραδω̨̃ ὁ ἀντίδικος τω̨̃ κριτη̨̃ καὶ ὁ κριτὴς τω̨̃ ὑπηρέτη̨ καὶ εἰς φυλακὴν βληθήση̨
26 ἀμὴν λέγω σοι οὐ μὴ ἐξέλθη̨ς ἐκει̃θεν ἕως ἂν ἀποδω̨̃ς τòν ἔσχατον κοδράντην
27 ἠκούσατε ὅτι ἐρρέθη οὐ μοιχεύσεις
28 ἐγὼ δὲ λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ βλέπων γυναι̃κα πρòς τò ἐπιθυμη̃σαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τη̨̃ καρδία̨ αὐτου̃
29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιòς σκανδαλίζει σε ἔξελε αὐτòν καὶ βάλε ἀπò σου̃ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τω̃ν μελω̃ν σου καὶ μὴ ὅλον τò σω̃μά σου βληθη̨̃ εἰς γέενναν
30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε ἔκκοψον αὐτὴν καὶ βάλε ἀπò σου̃ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τω̃ν μελω̃ν σου καὶ μὴ ὅλον τò σω̃μά σου εἰς γέενναν ἀπέλθη̨
31 ἐρρέθη δέ ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ δότω αὐτη̨̃ ἀποστάσιον
32 ἐγὼ δὲ λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ ἀπολύων τὴν γυναι̃κα αὐτου̃ παρεκτòς λόγου πορνείας ποιει̃ αὐτὴν μοιχευθη̃ναι καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήση̨ μοιχα̃ται
33 πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοι̃ς ἀρχαίοις οὐκ ἐπιορκήσεις ἀποδώσεις δὲ τω̨̃ κυρίω̨ τοὺς ὅρκους σου
34 ἐγὼ δὲ λέγω ὑμι̃ν μὴ ὀμόσαι ὅλως μήτε ἐν τω̨̃ οὐρανω̨̃ ὅτι θρόνος ἐστὶν του̃ θεου̃
35 μήτε ἐν τη̨̃ γη̨̃ ὅτι ὑποπόδιόν ἐστιν τω̃ν ποδω̃ν αὐτου̃ μήτε εἰς ‘Ιεροσόλυμα ὅτι πόλις ἐστὶν του̃ μεγάλου βασιλέως
36 μήτε ἐν τη̨̃ κεφαλη̨̃ σου ὀμόση̨ς ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιη̃σαι ἢ μέλαιναν
37 ἔστω δὲ ὁ λόγος ὑμω̃ν ναὶ ναί οὒ οὔ τò δὲ περισσòν τούτων ἐκ του̃ πονηρου̃ ἐστιν
38 ἠκούσατε ὅτι ἐρρέθη ὀφθαλμòν ἀντὶ ὀφθαλμου̃ καὶ ὀδόντα ἀντὶ ὀδόντος
39 ἐγὼ δὲ λέγω ὑμι̃ν μὴ ἀντιστη̃ναι τω̨̃ πονηρω̨̃ ἀλλ' ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου στρέψον αὐτω̨̃ καὶ τὴν ἄλλην
40 καὶ τω̨̃ θέλοντί σοι κριθη̃ναι καὶ τòν χιτω̃νά σου λαβει̃ν ἄφες αὐτω̨̃ καὶ τò ἱμάτιον
41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν ὕπαγε μετ' αὐτου̃ δύο
42 τω̨̃ αἰτου̃ντί σε δός καὶ τòν θέλοντα ἀπò σου̃ δανίσασθαι μὴ ἀποστραφη̨̃ς
43 ἠκούσατε ὅτι ἐρρέθη ἀγαπήσεις τòν πλησίον σου καὶ μισήσεις τòν ἐχθρόν σου
44 ἐγὼ δὲ λέγω ὑμι̃ν ἀγαπα̃τε τοὺς ἐχθροὺς ὑμω̃ν καὶ προσεύχεσθε ὑπὲρ τω̃ν διωκόντων ὑμα̃ς
45 ὅπως γένησθε υἱοὶ του̃ πατρòς ὑμω̃ν του̃ ἐν οὐρανοι̃ς ὅτι τòν ἥλιον αὐτου̃ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους
46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπω̃ντας ὑμα̃ς τίνα μισθòν ἔχετε οὐχὶ καὶ οἱ τελω̃ναι τò αὐτò ποιου̃σιν
47 καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμω̃ν μόνον τί περισσòν ποιει̃τε οὐχὶ καὶ οἱ ἐθνικοὶ τò αὐτò ποιου̃σιν
48 ἔσεσθε οὐ̃ν ὑμει̃ς τέλειοι ὡς ὁ πατὴρ ὑμω̃ν ὁ οὐράνιος τέλειός ἐστιν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.