ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 6,
στἰχοι 1-18
1 προσέχετε δὲ τὴν δικαιοσύνην ὑμω̃ν μὴ ποιει̃ν ἔμπροσθεν τω̃ν ἀνθρώπων πρòς τò θεαθη̃ναι αὐτοι̃ς εἰ δὲ μή γε μισθòν οὐκ ἔχετε παρὰ τω̨̃ πατρὶ ὑμω̃ν τω̨̃ ἐν τοι̃ς οὐρανοι̃ς |
2 ὅταν οὐ̃ν ποιη̨̃ς ἐλεημοσύνην μὴ σαλπίση̨ς ἔμπροσθέν σου ὥσπερ οἱ ὑποκριταὶ ποιου̃σιν ἐν ται̃ς συναγωγαι̃ς καὶ ἐν ται̃ς ῥύμαις ὅπως δοξασθω̃σιν ὑπò τω̃ν ἀνθρώπων ἀμὴν λέγω ὑμι̃ν ἀπέχουσιν τòν μισθòν αὐτω̃ν |
3 σου̃ δὲ ποιου̃ντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιει̃ ἡ δεξιά σου |
4 ὅπως ἠ̨̃ σου ἡ ἐλεημοσύνη ἐν τω̨̃ κρυπτω̨̃ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τω̨̃ κρυπτω̨̃ ἀποδώσει σοι |
5 καὶ ὅταν προσεύχησθε οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί ὅτι φιλου̃σιν ἐν ται̃ς συναγωγαι̃ς καὶ ἐν ται̃ς γωνίαις τω̃ν πλατειω̃ν ἑστω̃τες προσεύχεσθαι ὅπως φανω̃σιν τοι̃ς ἀνθρώποις ἀμὴν λέγω ὑμι̃ν ἀπέχουσιν τòν μισθòν αὐτω̃ν |
6 σὺ δὲ ὅταν προσεύχη̨ εἴσελθε εἰς τò ταμει̃όν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τω̨̃ πατρί σου τω̨̃ ἐν τω̨̃ κρυπτω̨̃ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τω̨̃ κρυπτω̨̃ ἀποδώσει σοι |
7 προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί δοκου̃σιν γὰρ ὅτι ἐν τη̨̃ πολυλογία̨ αὐτω̃ν εἰσακουσθήσονται |
8 μὴ οὐ̃ν ὁμοιωθη̃τε αὐτοι̃ς οἰ̃δεν γὰρ ὁ πατὴρ ὑμω̃ν ὡ̃ν χρείαν ἔχετε πρò του̃ ὑμα̃ς αἰτη̃σαι αὐτόν |
9 οὕτως οὐ̃ν προσεύχεσθε ὑμει̃ς πάτερ ἡμω̃ν ὁ ἐν τοι̃ς οὐρανοι̃ς ἁγιασθήτω τò ὄνομά σου |
10 ἐλθέτω ἡ βασιλεία σου γενηθήτω τò θέλημά σου ὡς ἐν οὐρανω̨̃ καὶ ἐπὶ γη̃ς |
11 τòν ἄρτον ἡμω̃ν τòν ἐπιούσιον δòς ἡμι̃ν σήμερον |
12 καὶ ἄφες ἡμι̃ν τὰ ὀφειλήματα ἡμω̃ν ὡς καὶ ἡμει̃ς ἀφήκαμεν τοι̃ς ὀφειλέταις ἡμω̃ν |
13 καὶ μὴ εἰσενέγκη̨ς ἡμα̃ς εἰς πειρασμόν ἀλλὰ ῥυ̃σαι ἡμα̃ς ἀπò του̃ πονηρου̃ |
14 ἐὰν γὰρ ἀφη̃τε τοι̃ς ἀνθρώποις τὰ παραπτώματα αὐτω̃ν ἀφήσει καὶ ὑμι̃ν ὁ πατὴρ ὑμω̃ν ὁ οὐράνιος |
15 ἐὰν δὲ μὴ ἀφη̃τε τοι̃ς ἀνθρώποις οὐδὲ ὁ πατὴρ ὑμω̃ν ἀφήσει τὰ παραπτώματα ὑμω̃ν |
16 ὅταν δὲ νηστεύητε μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτω̃ν ὅπως φανω̃σιν τοι̃ς ἀνθρώποις νηστεύοντες ἀμὴν λέγω ὑμι̃ν ἀπέχουσιν τòν μισθòν αὐτω̃ν |
17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τò πρόσωπόν σου νίψαι |
18 ὅπως μὴ φανη̨̃ς τοι̃ς ἀνθρώποις νηστεύων ἀλλὰ τω̨̃ πατρί σου τω̨̃ ἐν τω̨̃ κρυφαίω̨ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τω̨̃ κρυφαίω̨ ἀποδώσει σοι |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.