1 καὶ ἀναλαβου̃σα πα̃σα ἡ συναγωγὴ ἔδωκεν φωνήν καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην |
2 καὶ διεγόγγυζον ἐπὶ Μωυση̃ν καὶ Ααρων πάντες οἱ υἱοὶ Ισραηλ καὶ εἰ̃παν πρὸς αὐτοὺς πα̃σα ἡ συναγωγή ὄφελον ἀπεθάνομεν ἐν γη̨̃ Αἰγύπτω̨ ἢ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ εἰ ἀπεθάνομεν |
3 καὶ ἵνα τί κύριος εἰσάγει ἡμα̃ς εἰς τὴν γη̃ν ταύτην πεσει̃ν ἐν πολέμω̨ αἱ γυναι̃κες ἡμω̃ν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν νυ̃ν οὐ̃ν βέλτιον ἡμι̃ν ἐστιν ἀποστραφη̃ναι εἰς Αἴγυπτον |
4 καὶ εἰ̃παν ἕτερος τω̨̃ ἑτέρω̨ δω̃μεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον |
5 καὶ ἔπεσεν Μωυση̃ς καὶ Ααρων ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ |
6 'Ιησου̃ς δὲ ὁ του̃ Ναυη καὶ Χαλεβ ὁ του̃ Ιεφοννη τω̃ν κατασκεψαμένων τὴν γη̃ν διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν |
7 καὶ εἰ̃παν πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ λέγοντες ἡ γη̃ ἣν κατεσκεψάμεθα αὐτήν ἀγαθή ἐστιν σφόδρα σφόδρα |
8 εἰ αἱρετίζει ἡμα̃ς κύριος εἰσάξει ἡμα̃ς εἰς τὴν γη̃ν ταύτην καὶ δώσει αὐτὴν ἡμι̃ν γη̃ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι |
9 ἀλλὰ ἀπὸ του̃ κυρίου μὴ ἀποστάται γίνεσθε ὑμει̃ς δὲ μὴ φοβηθη̃τε τὸν λαὸν τη̃ς γη̃ς ὅτι κατάβρωμα ἡμι̃ν ἐστιν ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ' αὐτω̃ν ὁ δὲ κύριος ἐν ἡμι̃ν μὴ φοβηθη̃τε αὐτούς |
10 καὶ εἰ̃πεν πα̃σα ἡ συναγωγὴ καταλιθοβολη̃σαι αὐτοὺς ἐν λίθοις καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλη̨ ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν πα̃σι τοι̃ς υἱοι̃ς Ισραηλ |
11 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἕως τίνος παροξύνει με ὁ λαὸς οὑ̃τος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πα̃σιν τοι̃ς σημείοις οἱ̃ς ἐποίησα ἐν αὐτοι̃ς |
12 πατάξω αὐτοὺς θανάτω̨ καὶ ἀπολω̃ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἰ̃κον του̃ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μα̃λλον ἢ του̃το |
13 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον καὶ ἀκούσεται Αἴγυπτος ὅτι ἀνήγαγες τη̨̃ ἰσχύι σου τὸν λαὸν του̃τον ἐξ αὐτω̃ν |
14 ἀλλὰ καὶ πάντες οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς ταύτης ἀκηκόασιν ὅτι σὺ εἰ̃ κύριος ἐν τω̨̃ λαω̨̃ τούτω̨ ὅστις ὀφθαλμοι̃ς κατ' ὀφθαλμοὺς ὀπτάζη̨ κύριε καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ' αὐτω̃ν καὶ ἐν στύλω̨ νεφέλης σὺ πορεύη̨ πρότερος αὐτω̃ν τὴν ἡμέραν καὶ ἐν στύλω̨ πυρὸς τὴν νύκτα |
15 καὶ ἐκτρίψεις τὸν λαὸν του̃τον ὡσεὶ ἄνθρωπον ἕνα καὶ ἐρου̃σιν τὰ ἔθνη ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες |
16 παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγει̃ν τὸν λαὸν του̃τον εἰς τὴν γη̃ν ἣν ὤμοσεν αὐτοι̃ς κατέστρωσεν αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ |
17 καὶ νυ̃ν ὑψωθήτω ἡ ἰσχύς σου κύριε ὃν τρόπον εἰ̃πας λέγων |
18 κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός ἀφαιρω̃ν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ καθαρισμω̨̃ οὐ καθαριει̃ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης |
19 ἄφες τὴν ἁμαρτίαν τω̨̃ λαω̨̃ τούτω̨ κατὰ τὸ μέγα ἔλεός σου καθάπερ ἵλεως αὐτοι̃ς ἐγένου ἀπ' Αἰγύπτου ἕως του̃ νυ̃ν |
20 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἵλεως αὐτοι̃ς εἰμι κατὰ τὸ ῥη̃μά σου |
21 ἀλλὰ ζω̃ ἐγὼ καὶ ζω̃ν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα κυρίου πα̃σαν τὴν γη̃ν |
22 ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρω̃ντες τὴν δόξαν μου καὶ τὰ σημει̃α ἃ ἐποίησα ἐν Αἰγύπτω̨ καὶ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ καὶ ἐπείρασάν με του̃το δέκατον καὶ οὐκ εἰσήκουσάν μου τη̃ς φωνη̃ς |
23 ἠ̃ μὴν οὐκ ὄψονται τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν ἀλλ' ἢ τὰ τέκνα αὐτω̃ν ἅ ἐστιν μετ' ἐμου̃ ὡ̃δε ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν πα̃ς νεώτερος ἄπειρος τούτοις δώσω τὴν γη̃ν πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν |
24 ὁ δὲ παι̃ς μου Χαλεβ ὅτι ἐγενήθη πνευ̃μα ἕτερον ἐν αὐτω̨̃ καὶ ἐπηκολούθησέν μοι εἰσάξω αὐτὸν εἰς τὴν γη̃ν εἰς ἣν εἰση̃λθεν ἐκει̃ καὶ τὸ σπέρμα αὐτου̃ κληρονομήσει αὐτήν |
25 ὁ δὲ Αμαληκ καὶ ὁ Χαναναι̃ος κατοικου̃σιν ἐν τη̨̃ κοιλάδι αὔριον ἐπιστράφητε ὑμει̃ς καὶ ἀπάρατε εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν |
26 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων |
27 ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμου̃ τὴν γόγγυσιν τω̃ν υἱω̃ν Ισραηλ ἣν ἐγόγγυσαν περὶ ὑμω̃ν ἀκήκοα |
28 εἰπὸν αὐτοι̃ς ζω̃ ἐγώ λέγει κύριος ἠ̃ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὠ̃τά μου οὕτως ποιήσω ὑμι̃ν |
29 ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ πεσει̃ται τὰ κω̃λα ὑμω̃ν καὶ πα̃σα ἡ ἐπισκοπὴ ὑμω̃ν καὶ οἱ κατηριθμημένοι ὑμω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω ὅσοι ἐγόγγυσαν ἐπ' ἐμοί |
30 εἰ ὑμει̃ς εἰσελεύσεσθε εἰς τὴν γη̃ν ἐφ' ἣν ἐξέτεινα τὴν χει̃ρά μου κατασκηνω̃σαι ὑμα̃ς ἐπ' αὐτη̃ς ἀλλ' ἢ Χαλεβ υἱὸς Ιεφοννη καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη |
31 καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρπαγη̨̃ ἔσεσθαι εἰσάξω αὐτοὺς εἰς τὴν γη̃ν καὶ κληρονομήσουσιν τὴν γη̃ν ἣν ὑμει̃ς ἀπέστητε ἀπ' αὐτη̃ς |
32 καὶ τὰ κω̃λα ὑμω̃ν πεσει̃ται ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ |
33 οἱ δὲ υἱοὶ ὑμω̃ν ἔσονται νεμόμενοι ἐν τη̨̃ ἐρήμω̨ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμω̃ν ἕως ἂν ἀναλωθη̨̃ τὰ κω̃λα ὑμω̃ν ἐν τη̨̃ ἐρήμω̨ |
34 κατὰ τὸν ἀριθμὸν τω̃ν ἡμερω̃ν ὅσας κατεσκέψασθε τὴν γη̃ν τεσσαράκοντα ἡμέρας ἡμέραν του̃ ἐνιαυτου̃ λήμψεσθε τὰς ἁμαρτίας ὑμω̃ν τεσσαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τη̃ς ὀργη̃ς μου |
35 ἐγὼ κύριος ἐλάλησα ἠ̃ μὴν οὕτως ποιήσω τη̨̃ συναγωγη̨̃ τη̨̃ πονηρα̨̃ ταύτη̨ τη̨̃ ἐπισυνεσταμένη̨ ἐπ' ἐμέ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ ἐξαναλωθήσονται καὶ ἐκει̃ ἀποθανου̃νται |
36 καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν γη̃ν καὶ παραγενηθέντες διεγόγγυσαν κατ' αὐτη̃ς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τη̃ς γη̃ς |
37 καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες κατὰ τη̃ς γη̃ς πονηρὰ ἐν τη̨̃ πληγη̨̃ ἔναντι κυρίου |
38 καὶ 'Ιησου̃ς υἱὸς Ναυη καὶ Χαλεβ υἱὸς Ιεφοννη ἔζησαν ἀπὸ τω̃ν ἀνθρώπων ἐκείνων τω̃ν πεπορευμένων κατασκέψασθαι τὴν γη̃ν |
39 καὶ ἐλάλησεν Μωυση̃ς τὰ ῥήματα ταυ̃τα πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα |
40 καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν του̃ ὄρους λέγοντες ἰδοὺ οἵδε ἡμει̃ς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἰ̃πεν κύριος ὅτι ἡμάρτομεν |
41 καὶ εἰ̃πεν Μωυση̃ς ἵνα τί ὑμει̃ς παραβαίνετε τὸ ῥη̃μα κυρίου οὐκ εὔοδα ἔσται ὑμι̃ν |
42 μὴ ἀναβαίνετε οὐ γάρ ἐστιν κύριος μεθ' ὑμω̃ν καὶ πεσει̃σθε πρὸ προσώπου τω̃ν ἐχθρω̃ν ὑμω̃ν |
43 ὅτι ὁ Αμαληκ καὶ ὁ Χαναναι̃ος ἐκει̃ ἔμπροσθεν ὑμω̃ν καὶ πεσει̃σθε μαχαίρα̨ οὑ̃ εἵνεκεν ἀπεστράφητε ἀπειθου̃ντες κυρίω̨ καὶ οὐκ ἔσται κύριος ἐν ὑμι̃ν |
44 καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν του̃ ὄρους ἡ δὲ κιβωτὸς τη̃ς διαθήκης κυρίου καὶ Μωυση̃ς οὐκ ἐκινήθησαν ἐκ τη̃ς παρεμβολη̃ς |
45 καὶ κατέβη ὁ Αμαληκ καὶ ὁ Χαναναι̃ος ὁ ἐγκαθήμενος ἐν τω̨̃ ὄρει ἐκείνω̨ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ερμαν καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν |