ΑΡΙΘΜΟΙ,
κεφαλίς 20,
στἰχοι 7-13
7 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
8 λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ααρων ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτω̃ν καὶ δώσει τὰ ὕδατα αὐτη̃ς καὶ ἐξοίσετε αὐτοι̃ς ὕδωρ ἐκ τη̃ς πέτρας καὶ ποτιει̃τε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτω̃ν |
9 καὶ ἔλαβεν Μωυση̃ς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου καθὰ συνέταξεν κύριος |
10 καὶ ἐξεκκλησίασεν Μωυση̃ς καὶ Ααρων τὴν συναγωγὴν ἀπέναντι τη̃ς πέτρας καὶ εἰ̃πεν πρὸς αὐτούς ἀκούσατέ μου οἱ ἀπειθει̃ς μὴ ἐκ τη̃ς πέτρας ταύτης ἐξάξομεν ὑμι̃ν ὕδωρ |
11 καὶ ἐπάρας Μωυση̃ς τὴν χει̃ρα αὐτου̃ ἐπάταξεν τὴν πέτραν τη̨̃ ῥάβδω̨ δίς καὶ ἐξη̃λθεν ὕδωρ πολύ καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτω̃ν |
12 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱω̃ν Ισραηλ διὰ του̃το οὐκ εἰσάξετε ὑμει̃ς τὴν συναγωγὴν ταύτην εἰς τὴν γη̃ν ἣν δέδωκα αὐτοι̃ς |
13 του̃το ὕδωρ ἀντιλογίας ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ισραηλ ἔναντι κυρίου καὶ ἡγιάσθη ἐν αὐτοι̃ς |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.