Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 28

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
2 ἔντειλαι τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτοὺς λέγων τὰ δω̃ρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ται̃ς ἑορται̃ς μου
3 καὶ ἐρει̃ς πρὸς αὐτούς ταυ̃τα τὰ καρπώματα ὅσα προσάξετε κυρίω̨ ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχω̃ς
4 τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν
5 καὶ ποιήσεις τὸ δέκατον του̃ οιφι σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίω̨ ἐν τετάρτω̨ του̃ ιν
6 ὁλοκαύτωμα ἐνδελεχισμου̃ ἡ γενομένη ἐν τω̨̃ ὄρει Σινα εἰς ὀσμὴν εὐωδίας κυρίω̨
7 καὶ σπονδὴν αὐτου̃ τὸ τέταρτον του̃ ιν τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνί ἐν τω̨̃ ἁγίω̨ σπείσεις σπονδὴν σικερα κυρίω̨
8 καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν κατὰ τὴν θυσίαν αὐτου̃ καὶ κατὰ τὴν σπονδὴν αὐτου̃ ποιήσετε εἰς ὀσμὴν εὐωδίας κυρίω̨
9 καὶ τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν καὶ σπονδὴν
10 ὁλοκαύτωμα σαββάτων ἐν τοι̃ς σαββάτοις ἐπὶ τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντὸς καὶ τὴν σπονδὴν αὐτου̃
11 καὶ ἐν ται̃ς νεομηνίαις προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ μόσχους ἐκ βοω̃ν δύο καὶ κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους
12 τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ τω̨̃ μόσχω̨ τω̨̃ ἑνὶ καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ τω̨̃ κριω̨̃ τω̨̃ ἑνί
13 δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνί θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα κυρίω̨
14 ἡ σπονδὴ αὐτω̃ν τὸ ἥμισυ του̃ ιν ἔσται τω̨̃ μόσχω̨ τω̨̃ ἑνί καὶ τὸ τρίτον του̃ ιν ἔσται τω̨̃ κριω̨̃ τω̨̃ ἑνί καὶ τὸ τέταρτον του̃ ιν ἔσται τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ οἴνου του̃το ὁλοκαύτωμα μη̃να ἐκ μηνὸς εἰς τοὺς μη̃νας του̃ ἐνιαυτου̃
15 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας κυρίω̨ ἐπὶ τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντὸς ποιηθήσεται καὶ ἡ σπονδὴ αὐτου̃
16 καὶ ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς πασχα κυρίω̨
17 καὶ τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς τούτου ἑορτή ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε
18 καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε
19 καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα κυρίω̨ μόσχους ἐκ βοω̃ν δύο κριὸν ἕνα ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἄμωμοι ἔσονται ὑμι̃ν
20 καὶ ἡ θυσία αὐτω̃ν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίω̨ τρία δέκατα τω̨̃ μόσχω̨ τω̨̃ ἑνὶ καὶ δύο δέκατα τω̨̃ κριω̨̃ τω̨̃ ἑνί
21 δέκατον δέκατον ποιήσεις τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ τοι̃ς ἑπτὰ ἀμνοι̃ς
22 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμω̃ν
23 πλὴν τη̃ς ὁλοκαυτώσεως τη̃ς διὰ παντὸς τη̃ς πρωινη̃ς ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμου̃
24 ταυ̃τα κατὰ ταυ̃τα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας δω̃ρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίω̨ ἐπὶ του̃ ὁλοκαυτώματος του̃ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτου̃
25 καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτη̨̃
26 καὶ τη̨̃ ἡμέρα̨ τω̃ν νέων ὅταν προσφέρητε θυσίαν νέαν κυρίω̨ τω̃ν ἑβδομάδων ἐπίκλητος ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε
27 καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίω̨ μόσχους ἐκ βοω̃ν δύο κριὸν ἕνα ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἀμώμους
28 ἡ θυσία αὐτω̃ν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίω̨ τρία δέκατα τω̨̃ μόσχω̨ τω̨̃ ἑνὶ καὶ δύο δέκατα τω̨̃ κριω̨̃ τω̨̃ ἑνί
29 δέκατον δέκατον τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνὶ τοι̃ς ἑπτὰ ἀμνοι̃ς
30 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμω̃ν
31 πλὴν του̃ ὁλοκαυτώματος του̃ διὰ παντός καὶ τὴν θυσίαν αὐτω̃ν ποιήσετέ μοι ἄμωμοι ἔσονται ὑμι̃ν καὶ τὰς σπονδὰς αὐτω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.