Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 3

υἱέ ἐμω̃ν νομίμων μὴ ἐπιλανθάνου τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία
μη̃κος γὰρ βίου καὶ ἔτη ζωη̃ς καὶ εἰρήνην προσθήσουσίν σοι
ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε ἄφαψαι δὲ αὐτὰς ἐπὶ σω̨̃ τραχήλω̨ καὶ εὑρήσεις χάριν
καὶ προνοου̃ καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων
ἴσθι πεποιθὼς ἐν ὅλη̨ καρδία̨ ἐπὶ θεω̨̃ ἐπὶ δὲ ση̨̃ σοφία̨ μὴ ἐπαίρου
ἐν πάσαις ὁδοι̃ς σου γνώριζε αὐτήν ἵνα ὀρθοτομη̨̃ τὰς ὁδούς σου ὁ δὲ πούς σου οὐ μὴ προσκόπτη̨
μὴ ἴσθι φρόνιμος παρὰ σεαυτω̨̃ φοβου̃ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακου̃
τότε ἴασις ἔσται τω̨̃ σώματί σου καὶ ἐπιμέλεια τοι̃ς ὀστέοις σου
τίμα τὸν κύριον ἀπὸ σω̃ν δικαίων πόνων καὶ ἀπάρχου αὐτω̨̃ ἀπὸ σω̃ν καρπω̃ν δικαιοσύνης
10 ἵνα πίμπληται τὰ ταμίειά σου πλησμονη̃ς σίτου οἴνω̨ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν
11 υἱέ μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ' αὐτου̃ ἐλεγχόμενος
12 ὃν γὰρ ἀγαπα̨̃ κύριος παιδεύει μαστιγοι̃ δὲ πάντα υἱὸν ὃν παραδέχεται
13 μακάριος ἄνθρωπος ὃς εὑ̃ρεν σοφίαν καὶ θνητὸς ὃς εἰ̃δεν φρόνησιν
14 κρει̃ττον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς
15 τιμιωτέρα δέ ἐστιν λίθων πολυτελω̃ν οὐκ ἀντιτάξεται αὐτη̨̃ οὐδὲν πονηρόν εὔγνωστός ἐστιν πα̃σιν τοι̃ς ἐγγίζουσιν αὐτη̨̃ πα̃ν δὲ τίμιον οὐκ ἄξιον αὐτη̃ς ἐστιν
16 μη̃κος γὰρ βίου καὶ ἔτη ζωη̃ς ἐν τη̨̃ δεξια̨̃ αὐτη̃ς ἐν δὲ τη̨̃ ἀριστερα̨̃ αὐτη̃ς πλου̃τος καὶ δόξα
17 αἱ ὁδοὶ αὐτη̃ς ὁδοὶ καλαί καὶ πάντες οἱ τρίβοι αὐτη̃ς ἐν εἰρήνη̨
18 ξύλον ζωη̃ς ἐστι πα̃σι τοι̃ς ἀντεχομένοις αὐτη̃ς καὶ τοι̃ς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής
19 ὁ θεὸς τη̨̃ σοφία̨ ἐθεμελίωσεν τὴν γη̃ν ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει
20 ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν νέφη δὲ ἐρρύησαν δρόσους
21 υἱέ μὴ παραρρυη̨̃ς τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν
22 ἵνα ζήση̨ ἡ ψυχή σου καὶ χάρις ἠ̨̃ περὶ σω̨̃ τραχήλω̨
23 ἵνα πορεύη̨ πεποιθὼς ἐν εἰρήνη̨ πάσας τὰς ὁδούς σου ὁ δὲ πούς σου οὐ μὴ προσκόψη̨
24 ἐὰν γὰρ κάθη̨ ἄφοβος ἔση̨ ἐὰν δὲ καθεύδη̨ς ἡδέως ὑπνώσεις
25 καὶ οὐ φοβηθήση̨ πτόησιν ἐπελθου̃σαν οὐδὲ ὁρμὰς ἀσεβω̃ν ἐπερχομένας
26 ὁ γὰρ κύριος ἔσται ἐπὶ πασω̃ν ὁδω̃ν σου καὶ ἐρείσει σὸν πόδα ἵνα μὴ σαλευθη̨̃ς
27 μὴ ἀπόσχη̨ εὐ̃ ποιει̃ν ἐνδεη̃ ἡνίκα ἂν ἔχη̨ ἡ χείρ σου βοηθει̃ν
28 μὴ εἴπης ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω δυνατου̃ σου ὄντος εὐ̃ ποιει̃ν οὐ γὰρ οἰ̃δας τί τέξεται ἡ ἐπιου̃σα
29 μὴ τεκτήνη̨ ἐπὶ σὸν φίλον κακὰ παροικου̃ντα καὶ πεποιθότα ἐπὶ σοί
30 μὴ φιλεχθρήση̨ς πρὸς ἄνθρωπον μάτην μή τι εἰς σὲ ἐργάσηται κακόν
31 μὴ κτήση̨ κακω̃ν ἀνδρω̃ν ὀνείδη μηδὲ ζηλώση̨ς τὰς ὁδοὺς αὐτω̃ν
32 ἀκάθαρτος γὰρ ἔναντι κυρίου πα̃ς παράνομος ἐν δὲ δικαίοις οὐ συνεδριάζει
33 κατάρα θεου̃ ἐν οἴκοις ἀσεβω̃ν ἐπαύλεις δὲ δικαίων εὐλογου̃νται
34 κύριος ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοι̃ς δὲ δίδωσιν χάριν
35 δόξαν σοφοὶ κληρονομήσουσιν οἱ δὲ ἀσεβει̃ς ὕψωσαν ἀτιμίαν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.