ΠΑΡΟΙΜΙΑΙ,
κεφαλίς 30,
στἰχοι 15-33
15 τη̨̃ βδέλλη̨ τρει̃ς θυγατέρες ἠ̃σαν ἀγαπήσει ἀγαπώμεναι καὶ αἱ τρει̃ς αὑ̃ται οὐκ ἐνεπίμπλασαν αὐτήν καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπει̃ν ἱκανόν |
16 ἅ̨δης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γη̃ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πυ̃ρ οὐ μὴ εἴπωσιν ἀρκει̃ |
17 ὀφθαλμὸν καταγελω̃ντα πατρὸς καὶ ἀτιμάζοντα γη̃ρας μητρός ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τω̃ν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετω̃ν |
18 τρία δέ ἐστιν ἀδύνατά μοι νοη̃σαι καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω |
19 ἴχνη ἀετου̃ πετομένου καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας καὶ τρίβους νηὸς ποντοπορούσης καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι |
20 τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος ἥ ὅταν πράξη̨ ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον |
21 διὰ τριω̃ν σείεται ἡ γη̃ τὸ δὲ τέταρτον οὐ δύναται φέρειν |
22 ἐὰν οἰκέτης βασιλεύση̨ καὶ ἄφρων πλησθη̨̃ σιτίων |
23 καὶ οἰκέτις ἐὰν ἐκβάλη̨ τὴν ἑαυτη̃ς κυρίαν καὶ μισητὴ γυνὴ ἐὰν τύχη̨ ἀνδρὸς ἀγαθου̃ |
24 τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τη̃ς γη̃ς ταυ̃τα δέ ἐστιν σοφώτερα τω̃ν σοφω̃ν |
25 οἱ μύρμηκες οἱ̃ς μὴ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν |
26 καὶ οἱ χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρόν οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτω̃ν οἴκους |
27 ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ ἐκστρατεύει ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως |
28 καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν κατοικει̃ ἐν ὀχυρώμασιν βασιλέως |
29 τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται καὶ τὸ τέταρτον ὃ καλω̃ς διαβαίνει |
30 σκύμνος λέοντος ἰσχυρότερος κτηνω̃ν ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτη̃νος |
31 καὶ ἀλέκτωρ ἐμπεριπατω̃ν θηλείαις εὔψυχος καὶ τράγος ἡγούμενος αἰπολίου καὶ βασιλεὺς δημηγορω̃ν ἐν ἔθνει |
32 ἐὰν πρόη̨ σεαυτὸν εἰς εὐφροσύνην καὶ ἐκτείνη̨ς τὴν χει̃ρά σου μετὰ μάχης ἀτιμασθήση̨ |
33 ἄμελγε γάλα καὶ ἔσται βούτυρον ἐὰν δὲ ἐκπιέζη̨ς μυκτη̃ρας ἐξελεύσεται αἱ̃μα ἐὰν δὲ ἐξέλκη̨ς λόγους ἐξελεύσονται κρίσεις καὶ μάχαι |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.