1 υἱέ ἐὰν ἐγγυήση̨ σὸν φίλον παραδώσεις σὴν χει̃ρα ἐχθρω̨̃ |
2 παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος |
3 ποίει υἱέ ἃ ἐγώ σοι ἐντέλλομαι καὶ σώ̨ζου ἥκεις γὰρ εἰς χει̃ρας κακω̃ν διὰ σὸν φίλον ἴθι μὴ ἐκλυόμενος παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω |
4 μὴ δω̨̃ς ὕπνον σοι̃ς ὄμμασιν μηδὲ ἐπινυστάξη̨ς σοι̃ς βλεφάροις |
5 ἵνα σώ̨ζη̨ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος |
6 ἴθι πρὸς τὸν μύρμηκα ὠ̃ ὀκνηρέ καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτου̃ καὶ γενου̃ ἐκείνου σοφώτερος |
7 ἐκείνω̨ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν |
8 ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τω̨̃ ἀμήτω̨ ποιει̃ται τὴν παράθεσιν |
9 ἕως τίνος ὀκνηρέ κατάκεισαι πότε δὲ ἐξ ὕπνου ἐγερθήση̨ |
10 ὀλίγον μὲν ὑπνοι̃ς ὀλίγον δὲ κάθησαι μικρὸν δὲ νυστάζεις ὀλίγον δὲ ἐναγκαλίζη̨ χερσὶν στήθη |
11 εἰ̃τ' ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς |
12 ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς |
13 ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμω̨̃ σημαίνει δὲ ποδί διδάσκει δὲ ἐννεύμασιν δακτύλων |
14 διεστραμμένη̨ δὲ καρδία̨ τεκταίνεται κακὰ ἐν παντὶ καιρω̨̃ ὁ τοιου̃τος ταραχὰς συνίστησιν πόλει |
15 διὰ του̃το ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτου̃ διακοπὴ καὶ συντριβὴ ἀνίατος |
16 ὅτι χαίρει πα̃σιν οἱ̃ς μισει̃ ὁ κύριος συντρίβεται δὲ δι' ἀκαθαρσίαν ψυχη̃ς |
17 ὀφθαλμὸς ὑβριστου̃ γλω̃σσα ἄδικος χει̃ρες ἐκχέουσαι αἱ̃μα δικαίου |
18 καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιει̃ν |
19 ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφω̃ν |
20 υἱέ φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώση̨ θεσμοὺς μητρός σου |
21 ἄφαψαι δὲ αὐτοὺς ἐπὶ ση̨̃ ψυχη̨̃ διὰ παντὸς καὶ ἐγκλοίωσαι ἐπὶ σω̨̃ τραχήλω̨ |
22 ἡνίκα ἂν περιπατη̨̃ς ἐπάγου αὐτήν καὶ μετὰ σου̃ ἔστω ὡς δ' ἂν καθεύδη̨ς φυλασσέτω σε ἵνα ἐγειρομένω̨ συλλαλη̨̃ σοι |
23 ὅτι λύχνος ἐντολὴ νόμου καὶ φω̃ς καὶ ὁδὸς ζωη̃ς ἔλεγχος καὶ παιδεία |
24 του̃ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολη̃ς γλώσσης ἀλλοτρίας |
25 μή σε νικήση̨ κάλλους ἐπιθυμία μηδὲ ἀγρευθη̨̃ς σοι̃ς ὀφθαλμοι̃ς μηδὲ συναρπασθη̨̃ς ἀπὸ τω̃ν αὐτη̃ς βλεφάρων |
26 τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου γυνὴ δὲ ἀνδρω̃ν τιμίας ψυχὰς ἀγρεύει |
27 ἀποδήσει τις πυ̃ρ ἐν κόλπω̨ τὰ δὲ ἱμάτια οὐ κατακαύσει |
28 ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός τοὺς δὲ πόδας οὐ κατακαύσει |
29 οὕτως ὁ εἰσελθὼν πρὸς γυναι̃κα ὕπανδρον οὐκ ἀθω̨ωθήσεται οὐδὲ πα̃ς ὁ ἁπτόμενος αὐτη̃ς |
30 οὐ θαυμαστὸν ἐὰν ἁλω̨̃ τις κλέπτων κλέπτει γὰρ ἵνα ἐμπλήση̨ τὴν ψυχὴν πεινω̃ν |
31 ἐὰν δὲ ἁλω̨̃ ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτου̃ δοὺς ῥύσεται ἑαυτόν |
32 ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενω̃ν ἀπώλειαν τη̨̃ ψυχη̨̃ αὐτου̃ περιποιει̃ται |
33 ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει τὸ δὲ ὄνειδος αὐτου̃ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰω̃να |
34 μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτη̃ς οὐ φείσεται ἐν ἡμέρα̨ κρίσεως |
35 οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθη̨̃ πολλω̃ν δώρων |