ΠΑΡΟΙΜΙΑΙ,
κεφαλίς 9
1 ἡ σοφία ὠ̨κοδόμησεν ἑαυτη̨̃ οἰ̃κον καὶ ὑπήρεισεν στύλους ἑπτά |
2 ἔσφαξεν τὰ ἑαυτη̃ς θύματα ἐκέρασεν εἰς κρατη̃ρα τὸν ἑαυτη̃ς οἰ̃νον καὶ ἡτοιμάσατο τὴν ἑαυτη̃ς τράπεζαν |
3 ἀπέστειλεν τοὺς ἑαυτη̃ς δούλους συγκαλούσα μετὰ ὑψηλου̃ κηρύγματος ἐπὶ κρατη̃ρα λέγουσα |
4 ὅς ἐστιν ἄφρων ἐκκλινάτω πρός με καὶ τοι̃ς ἐνδεέσι φρενω̃ν εἰ̃πεν |
5 ἔλθατε φάγετε τω̃ν ἐμω̃ν ἄρτων καὶ πίετε οἰ̃νον ὃν ἐκέρασα ὑμι̃ν |
6 ἀπολείπετε ἀφροσύνην καὶ ζήσεσθε καὶ ζητήσατε φρόνησιν ἵνα βιώσητε καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν |
7 ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτω̨̃ ἀτιμίαν ἐλέγχων δὲ τὸν ἀσεβη̃ μωμήσεται ἑαυτόν |
8 μὴ ἔλεγχε κακούς ἵνα μὴ μισω̃σίν σε ἔλεγχε σοφόν καὶ ἀγαπήσει σε |
9 δίδου σοφω̨̃ ἀφορμήν καὶ σοφώτερος ἔσται γνώριζε δικαίω̨ καὶ προσθήσει του̃ δέχεσθαι |
10 ἀρχὴ σοφίας φόβος κυρίου καὶ βουλὴ ἁγίων σύνεσις |
11 τούτω̨ γὰρ τω̨̃ τρόπω̨ πολὺν ζήσεις χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωη̃ς σου |
12 υἱέ ἐὰν σοφὸς γένη̨ σεαυτω̨̃ σοφὸς ἔση̨ καὶ τοι̃ς πλησίον ἐὰν δὲ κακὸς ἀποβη̨̃ς μόνος ἀναντλήσεις κακά |
13 γυνὴ ἄφρων καὶ θρασει̃α ἐνδεὴς ψωμου̃ γίνεται ἣ οὐκ ἐπίσταται αἰσχύνην |
14 ἐκάθισεν ἐπὶ θύραις του̃ ἑαυτη̃ς οἴκου ἐπὶ δίφρου ἐμφανω̃ς ἐν πλατείαις |
15 προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν |
16 ὅς ἐστιν ὑμω̃ν ἀφρονέστατος ἐκκλινάτω πρός με ἐνδεέσι δὲ φρονήσεως παρακελεύομαι λέγουσα |
17 ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπη̃ς γλυκερου̃ |
18 ὁ δὲ οὐκ οἰ̃δεν ὅτι γηγενει̃ς παρ' αὐτη̨̃ ὄλλυνται καὶ ἐπὶ πέτευρον ἅ̨δου συναντα̨̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.