ΨΑΛΜΟΙ,
ψαλμὀς 149
1 αλληλουια ἄ̨σατε τω̨̃ κυρίω̨ ἀ̨̃σμα καινόν ἡ αἴνεσις αὐτου̃ ἐν ἐκκλησία̨ ὁσίων |
2 εὐφρανθήτω Ισραηλ ἐπὶ τω̨̃ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιων ἀγαλλιάσθωσαν ἐπὶ τω̨̃ βασιλει̃ αὐτω̃ν |
3 αἰνεσάτωσαν τὸ ὄνομα αὐτου̃ ἐν χορω̨̃ ἐν τυμπάνω̨ καὶ ψαλτηρίω̨ ψαλάτωσαν αὐτω̨̃ |
4 ὅτι εὐδοκει̃ κύριος ἐν λαω̨̃ αὐτου̃ καὶ ὑψώσει πραει̃ς ἐν σωτηρία̨ |
5 καυχήσονται ὅσιοι ἐν δόξη̨ καὶ ἀγαλλιάσονται ἐπὶ τω̃ν κοιτω̃ν αὐτω̃ν |
6 αἱ ὑψώσεις του̃ θεου̃ ἐν τω̨̃ λάρυγγι αὐτω̃ν καὶ ῥομφαι̃αι δίστομοι ἐν ται̃ς χερσὶν αὐτω̃ν |
7 του̃ ποιη̃σαι ἐκδίκησιν ἐν τοι̃ς ἔθνεσιν ἐλεγμοὺς ἐν τοι̃ς λαοι̃ς |
8 του̃ δη̃σαι τοὺς βασιλει̃ς αὐτω̃ν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτω̃ν ἐν χειροπέδαις σιδηραι̃ς |
9 του̃ ποιη̃σαι ἐν αὐτοι̃ς κρίμα ἔγγραπτον δόξα αὕτη ἐστὶν πα̃σι τοι̃ς ὁσίοις αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.