Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 19

εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ
ἐπακούσαι σου κύριος ἐν ἡμέρα̨ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα του̃ θεου̃ Ιακωβ
ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου
μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω διάψαλμα
δώ̨η σοι κατὰ τὴν καρδίαν σου καὶ πα̃σαν τὴν βουλήν σου πληρώσαι
ἀγαλλιασόμεθα ἐν τω̨̃ σωτηρίω̨ σου καὶ ἐν ὀνόματι θεου̃ ἡμω̃ν μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου
νυ̃ν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτου̃ ἐπακούσεται αὐτου̃ ἐξ οὐρανου̃ ἁγίου αὐτου̃ ἐν δυναστείαις ἡ σωτηρία τη̃ς δεξια̃ς αὐτου̃
οὑ̃τοι ἐν ἅρμασιν καὶ οὑ̃τοι ἐν ἵπποις ἡμει̃ς δὲ ἐν ὀνόματι κυρίου θεου̃ ἡμω̃ν μεγαλυνθησόμεθα
αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν ἡμει̃ς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν
10 κύριε σω̃σον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμω̃ν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλεσώμεθά σε
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.