Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 28

1 ψαλμὸς τω̨̃ Δαυιδ ἐξοδίου σκηνη̃ς ἐνέγκατε τω̨̃ κυρίω̨ υἱοὶ θεου̃ ἐνέγκατε τω̨̃ κυρίω̨ υἱοὺς κριω̃ν ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν καὶ τιμήν
2 ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν ὀνόματι αὐτου̃ προσκυνήσατε τω̨̃ κυρίω̨ ἐν αὐλη̨̃ ἁγία̨ αὐτου̃
3 φωνὴ κυρίου ἐπὶ τω̃ν ὑδάτων ὁ θεὸς τη̃ς δόξης ἐβρόντησεν κύριος ἐπὶ ὑδάτων πολλω̃ν
4 φωνὴ κυρίου ἐν ἰσχύι φωνὴ κυρίου ἐν μεγαλοπρεπεία̨
5 φωνὴ κυρίου συντρίβοντος κέδρους καὶ συντρίψει κύριος τὰς κέδρους του̃ Λιβάνου
6 καὶ λεπτυνει̃ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων
7 φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός
8 φωνὴ κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης
9 φωνὴ κυρίου καταρτιζομένου ἐλάφους καὶ ἀποκαλύψει δρυμούς καὶ ἐν τω̨̃ ναω̨̃ αὐτου̃ πα̃ς τις λέγει δόξαν
10 κύριος τὸν κατακλυσμὸν κατοικιει̃ καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰω̃να
11 κύριος ἰσχὺν τω̨̃ λαω̨̃ αὐτου̃ δώσει κύριος εὐλογήσει τὸν λαὸν αὐτου̃ ἐν εἰρήνη̨
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.