ΨΑΛΜΟΙ,
ψαλμὀς 48
1 εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε ψαλμός |
2 ἀκούσατε ταυ̃τα πάντα τὰ ἔθνη ἐνωτίσασθε πάντες οἱ κατοικου̃ντες τὴν οἰκουμένην |
3 οἵ τε γηγενει̃ς καὶ οἱ υἱοὶ τω̃ν ἀνθρώπων ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης |
4 τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τη̃ς καρδίας μου σύνεσιν |
5 κλινω̃ εἰς παραβολὴν τὸ οὐ̃ς μου ἀνοίξω ἐν ψαλτηρίω̨ τὸ πρόβλημά μου |
6 ἵνα τί φοβου̃μαι ἐν ἡμέρα̨ πονηρα̨̃ ἡ ἀνομία τη̃ς πτέρνης μου κυκλώσει με |
7 οἱ πεποιθότες ἐπὶ τη̨̃ δυνάμει αὐτω̃ν καὶ ἐπὶ τω̨̃ πλήθει του̃ πλούτου αὐτω̃ν καυχώμενοι |
8 ἀδελφὸς οὐ λυτρου̃ται λυτρώσεται ἄνθρωπος οὐ δώσει τω̨̃ θεω̨̃ ἐξίλασμα αὐτου̃ |
9 καὶ τὴν τιμὴν τη̃ς λυτρώσεως τη̃ς ψυχη̃ς αὐτου̃ |
10 καὶ ἐκόπασεν εἰς τὸν αἰω̃να καὶ ζήσεται εἰς τέλος ὅτι οὐκ ὄψεται καταφθοράν ὅταν ἴδη̨ σοφοὺς ἀποθνή̨σκοντας |
11 ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολου̃νται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλου̃τον αὐτω̃ν |
12 καὶ οἱ τάφοι αὐτω̃ν οἰκίαι αὐτω̃ν εἰς τὸν αἰω̃να σκηνώματα αὐτω̃ν εἰς γενεὰν καὶ γενεάν ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτω̃ν ἐπὶ τω̃ν γαιω̃ν αὐτω̃ν |
13 καὶ ἄνθρωπος ἐν τιμη̨̃ ὢν οὐ συνη̃κεν παρασυνεβλήθη τοι̃ς κτήνεσιν τοι̃ς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοι̃ς |
14 αὕτη ἡ ὁδὸς αὐτω̃ν σκάνδαλον αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐν τω̨̃ στόματι αὐτω̃ν εὐδοκήσουσιν διάψαλμα |
15 ὡς πρόβατα ἐν ἅ̨δη̨ ἔθεντο θάνατος ποιμαίνει αὐτούς καὶ κατακυριεύσουσιν αὐτω̃ν οἱ εὐθει̃ς τὸ πρωί καὶ ἡ βοήθεια αὐτω̃ν παλαιωθήσεται ἐν τω̨̃ ἅ̨δη̨ ἐκ τη̃ς δόξης αὐτω̃ν |
16 πλὴν ὁ θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ἅ̨δου ὅταν λαμβάνη̨ με διάψαλμα |
17 μὴ φοβου̃ ὅταν πλουτήση̨ ἄνθρωπος καὶ ὅταν πληθυνθη̨̃ ἡ δόξα του̃ οἴκου αὐτου̃ |
18 ὅτι οὐκ ἐν τω̨̃ ἀποθνή̨σκειν αὐτὸν λήμψεται τὰ πάντα οὐδὲ συγκαταβήσεται αὐτω̨̃ ἡ δόξα αὐτου̃ |
19 ὅτι ἡ ψυχὴ αὐτου̃ ἐν τη̨̃ ζωη̨̃ αὐτου̃ εὐλογηθήσεται ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνη̨ς αὐτω̨̃ |
20 εἰσελεύσεται ἕως γενεα̃ς πατέρων αὐτου̃ ἕως αἰω̃νος οὐκ ὄψεται φω̃ς |
21 ἄνθρωπος ἐν τιμη̨̃ ὢν οὐ συνη̃κεν παρασυνεβλήθη τοι̃ς κτήνεσιν τοι̃ς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοι̃ς |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.