1 συνέσεως τω̨̃ Ασαφ ἵνα τί ἀπώσω ὁ θεός εἰς τέλος ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομη̃ς σου |
2 μνήσθητι τη̃ς συναγωγη̃ς σου ἡ̃ς ἐκτήσω ἀπ' ἀρχη̃ς ἐλυτρώσω ῥάβδον κληρονομίας σου ὄρος Σιων του̃το ὃ κατεσκήνωσας ἐν αὐτω̨̃ |
3 ἔπαρον τὰς χει̃ράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτω̃ν εἰς τέλος ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοι̃ς ἁγίοις σου |
4 καὶ ἐνεκαυχήσαντο οἱ μισου̃ντές σε ἐν μέσω̨ τη̃ς ἑορτη̃ς σου ἔθεντο τὰ σημει̃α αὐτω̃ν σημει̃α καὶ οὐκ ἔγνωσαν |
5 ὡς εἰς τὴν εἴσοδον ὑπεράνω |
6 ὡς ἐν δρυμω̨̃ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτη̃ς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίω̨ κατέρραξαν αὐτήν |
7 ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γη̃ν ἐβεβήλωσαν τὸ σκήνωμα του̃ ὀνόματός σου |
8 εἰ̃παν ἐν τη̨̃ καρδία̨ αὐτω̃ν ἡ συγγένεια αὐτω̃ν ἐπὶ τὸ αὐτό δευ̃τε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς του̃ θεου̃ ἀπὸ τη̃ς γη̃ς |
9 τὰ σημει̃α ἡμω̃ν οὐκ εἴδομεν οὐκ ἔστιν ἔτι προφήτης καὶ ἡμα̃ς οὐ γνώσεται ἔτι |
10 ἕως πότε ὁ θεός ὀνειδιει̃ ὁ ἐχθρός παροξυνει̃ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος |
11 ἵνα τί ἀποστρέφεις τὴν χει̃ρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου του̃ κόλπου σου εἰς τέλος |
12 ὁ δὲ θεὸς βασιλεὺς ἡμω̃ν πρὸ αἰω̃νος εἰργάσατο σωτηρίαν ἐν μέσω̨ τη̃ς γη̃ς |
13 σὺ ἐκραταίωσας ἐν τη̨̃ δυνάμει σου τὴν θάλασσαν σὺ συνέτριψας τὰς κεφαλὰς τω̃ν δρακόντων ἐπὶ του̃ ὕδατος |
14 σὺ συνέθλασας τὰς κεφαλὰς του̃ δράκοντος ἔδωκας αὐτὸν βρω̃μα λαοι̃ς τοι̃ς Αἰθίοψιν |
15 σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους σὺ ἐξήρανας ποταμοὺς Ηθαμ |
16 σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ σὺ κατηρτίσω φαυ̃σιν καὶ ἥλιον |
17 σὺ ἐποίησας πάντα τὰ ὅρια τη̃ς γη̃ς θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά |
18 μνήσθητι ταύτης ἐχθρὸς ὠνείδισεν τὸν κύριον καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου |
19 μὴ παραδω̨̃ς τοι̃ς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι τω̃ν ψυχω̃ν τω̃ν πενήτων σου μὴ ἐπιλάθη̨ εἰς τέλος |
20 ἐπίβλεψον εἰς τὴν διαθήκην σου ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τη̃ς γη̃ς οἴκων ἀνομιω̃ν |
21 μὴ ἀποστραφήτω τεταπεινωμένος κατη̨σχυμμένος πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου |
22 ἀνάστα ὁ θεός δίκασον τὴν δίκην σου μνήσθητι τω̃ν ὀνειδισμω̃ν σου τω̃ν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν |
23 μὴ ἐπιλάθη̨ τη̃ς φωνη̃ς τω̃ν ἱκετω̃ν σου ἡ ὑπερηφανία τω̃ν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ |