ΨΑΛΜΟΙ,
ψαλμὀς 99
1 ψαλμὸς εἰς ἐξομολόγησιν ἀλαλάξατε τω̨̃ κυρίω̨ πα̃σα ἡ γη̃ |
2 δουλεύσατε τω̨̃ κυρίω̨ ἐν εὐφροσύνη̨ εἰσέλθατε ἐνώπιον αὐτου̃ ἐν ἀγαλλιάσει |
3 γνω̃τε ὅτι κύριος αὐτός ἐστιν ὁ θεός αὐτὸς ἐποίησεν ἡμα̃ς καὶ οὐχ ἡμει̃ς λαὸς αὐτου̃ καὶ πρόβατα τη̃ς νομη̃ς αὐτου̃ |
4 εἰσέλθατε εἰς τὰς πύλας αὐτου̃ ἐν ἐξομολογήσει εἰς τὰς αὐλὰς αὐτου̃ ἐν ὕμνοις ἐξομολογει̃σθε αὐτω̨̃ αἰνει̃τε τὸ ὄνομα αὐτου̃ |
5 ὅτι χρηστὸς κύριος εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ καὶ ἕως γενεα̃ς καὶ γενεα̃ς ἡ ἀλήθεια αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.