Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 9

1 καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν καὶ εἰ̃δον ἀστέρα ἐκ του̃ οὐρανου̃ πεπτωκότα εἰς τὴν γη̃ν καὶ ἐδόθη αὐτω̨̃ ἡ κλεὶς του̃ φρέατος τη̃ς ἀβύσσου
2 καὶ ἤνοιξεν τò φρέαρ τη̃ς ἀβύσσου καὶ ἀνέβη καπνòς ἐκ του̃ φρέατος ὡς καπνòς καμίνου μεγάλης καὶ ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ του̃ καπνου̃ του̃ φρέατος
3 καὶ ἐκ του̃ καπνου̃ ἐξη̃λθον ἀκρίδες εἰς τὴν γη̃ν καὶ ἐδόθη αὐται̃ς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τη̃ς γη̃ς
4 καὶ ἐρρέθη αὐται̃ς ἵνα μὴ ἀδικήσουσιν τòν χόρτον τη̃ς γη̃ς οὐδὲ πα̃ν χλωρòν οὐδὲ πα̃ν δένδρον εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγι̃δα του̃ θεου̃ ἐπὶ τω̃ν μετώπων
5 καὶ ἐδόθη αὐτοι̃ς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς ἀλλ' ἵνα βασανισθήσονται μη̃νας πέντε καὶ ὁ βασανισμòς αὐτω̃ν ὡς βασανισμòς σκορπίου ὅταν παίση̨ ἄνθρωπον
6 καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τòν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν καὶ ἐπιθυμήσουσιν ἀποθανει̃ν καὶ φεύγει ὁ θάνατος ἀπ' αὐτω̃ν
7 καὶ τὰ ὁμοιώματα τω̃ν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον καὶ ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν ὡς στέφανοι ὅμοιοι χρυσω̨̃ καὶ τὰ πρόσωπα αὐτω̃ν ὡς πρόσωπα ἀνθρώπων
8 καὶ εἰ̃χον τρίχας ὡς τρίχας γυναικω̃ν καὶ οἱ ὀδόντες αὐτω̃ν ὡς λεόντων ἠ̃σαν
9 καὶ εἰ̃χον θώρακας ὡς θώρακας σιδηρου̃ς καὶ ἡ φωνὴ τω̃ν πτερύγων αὐτω̃ν ὡς φωνὴ ἁρμάτων ἵππων πολλω̃ν τρεχόντων εἰς πόλεμον
10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα καὶ ἐν ται̃ς οὐραι̃ς αὐτω̃ν ἡ ἐξουσία αὐτω̃ν ἀδικη̃σαι τοὺς ἀνθρώπους μη̃νας πέντε
11 ἔχουσιν ἐπ' αὐτω̃ν βασιλέα τòν ἄγγελον τη̃ς ἀβύσσου ὄνομα αὐτω̨̃ ‘Εβραϊστὶ ’Αβαδδὼν καὶ ἐν τη̨̃ ‘Ελληνικη̨̃ ὄνομα ἔχει ’Απολλύων
12 ἡ οὐαὶ ἡ μία ἀπη̃λθεν ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταυ̃τα
13 καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν καὶ ἤκουσα φωνὴν μίαν ἐκ τω̃ν τεσσάρων κεράτων του̃ θυσιαστηρίου του̃ χρυσου̃ του̃ ἐνώπιον του̃ θεου̃
14 λέγοντα τω̨̃ ἕκτω̨ ἀγγέλω̨ ὁ ἔχων τὴν σάλπιγγα λυ̃σον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τω̨̃ ποταμω̨̃ τω̨̃ μεγάλω̨ Εὐφράτη̨
15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μη̃να καὶ ἐνιαυτόν ἵνα ἀποκτείνωσιν τò τρίτον τω̃ν ἀνθρώπων
16 καὶ ὁ ἀριθμòς τω̃ν στρατευμάτων του̃ ἱππικου̃ δισμυριάδες μυριάδων ἤκουσα τòν ἀριθμòν αὐτω̃ν
17 καὶ οὕτως εἰ̃δον τοὺς ἵππους ἐν τη̨̃ ὁράσει καὶ τοὺς καθημένους ἐπ' αὐτω̃ν ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις καὶ αἱ κεφαλαὶ τω̃ν ἵππων ὡς κεφαλαὶ λεόντων καὶ ἐκ τω̃ν στομάτων αὐτω̃ν ἐκπορεύεται πυ̃ρ καὶ καπνòς καὶ θει̃ον
18 ἀπò τω̃ν τριω̃ν πληγω̃ν τούτων ἀπεκτάνθησαν τò τρίτον τω̃ν ἀνθρώπων ἐκ του̃ πυρòς καὶ του̃ καπνου̃ καὶ του̃ θείου του̃ ἐκπορευομένου ἐκ τω̃ν στομάτων αὐτω̃ν
19 ἡ γὰρ ἐξουσία τω̃ν ἵππων ἐν τω̨̃ στόματι αὐτω̃ν ἐστιν καὶ ἐν ται̃ς οὐραι̃ς αὐτω̃ν αἱ γὰρ οὐραὶ αὐτω̃ν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλάς καὶ ἐν αὐται̃ς ἀδικου̃σιν
20 καὶ οἱ λοιποὶ τω̃ν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ται̃ς πληγαι̃ς ταύταις οὐδὲ μετενόησαν ἐκ τω̃ν ἔργων τω̃ν χειρω̃ν αὐτω̃ν ἵνα μὴ προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ καὶ τὰ χαλκα̃ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα ἃ οὔτε βλέπειν δύνανται οὔτε ἀκούειν οὔτε περιπατει̃ν
21 καὶ οὐ μετενόησαν ἐκ τω̃ν φόνων αὐτω̃ν οὔτε ἐκ τω̃ν φαρμάκων αὐτω̃ν οὔτε ἐκ τη̃ς πορνείας αὐτω̃ν οὔτε ἐκ τω̃ν κλεμμάτων αὐτω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.