Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 13,  στἰχοι 1-6

1 πα̃σα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπò θεου̃ αἱ δὲ οὐ̃σαι ὑπò θεου̃ τεταγμέναι εἰσίν
2 ὥστε ὁ ἀντιτασσόμενος τη̨̃ ἐξουσία̨ τη̨̃ του̃ θεου̃ διαταγη̨̃ ἀνθέστηκεν οἱ δὲ ἀνθεστηκότες ἑαυτοι̃ς κρίμα λήμψονται
3 οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τω̨̃ ἀγαθω̨̃ ἔργω̨ ἀλλὰ τω̨̃ κακω̨̃ θέλεις δὲ μὴ φοβει̃σθαι τὴν ἐξουσίαν τò ἀγαθòν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτη̃ς
4 θεου̃ γὰρ διάκονός ἐστιν σοὶ εἰς τò ἀγαθόν ἐὰν δὲ τò κακòν ποιη̨̃ς φοβου̃ οὐ γὰρ εἰκη̨̃ τὴν μάχαιραν φορει̃ θεου̃ γὰρ διάκονός ἐστιν ἔκδικος εἰς ὀργὴν τω̨̃ τò κακòν πράσσοντι
5 διò ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν
6 διὰ του̃το γὰρ καὶ φόρους τελει̃τε λειτουργοὶ γὰρ θεου̃ εἰσιν εἰς αὐτò του̃το προσκαρτερου̃ντες
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.